palladas
τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα,
καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω.
ὡς δ᾽ ἔλεγον, ‘σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ;’
πυγμαχίης κατ᾽ ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω.
ψύττα δ᾽ ἐγὼ κατέτεινα, φοβεύμενος ἄγριον ἄνδρα,
τὸν πτιστὴν πύκτην ἐξαπίνης ὁρόων.
ἀλλά σε, πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦ
Κάστορος, ἱκνοῦμαι, καὶ Διὸς ἱκεσίου,
τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον οὐ δύναμαι γὰρ
πυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου.