macedonius ii
παρθένος εὐπατέρεια Δίκη, πρέσβειρα πολήων,
οὐ τὸν ἐν εὐσεβίῃ χρυσὸν ἀποστρέφεται: [p. 252]
ἀλλὰ καὶ αὐτὰ τάλαντα Διὸς πάγχρυσα τελέσθη,
οἷσι ταλαντεύει πάντα νόμον βιότου:
‘ καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,’
εἰ μὴ Ὁμηρείων ἐξελάθου χαρίτων.