palladas
στυγνὴν τὴν Νίκην τις ἰδὼν κατὰ τὴν πόλιν ἐχθὲς
εἶπε: ‘ θεὰ Νίκη, τίπτε πέπονθας ἄρα ;’
ἡ δ᾽ ἀποδυρομένη καὶ μεμφομένη κρίσιν, εἶπεν
‘ οὐκ ἔγνως σὺ μόνος ; Πατρικίῳ δέδομαι.’ [p. 256]
ἦν ἄρα καὶ Νίκη πολυώδυνος, ἣν παρὰ θεσμὸν
πατρίκιος ναύτης ἥρπασεν ὡς ἄνεμον.