lucillius
πύκτης ὢν κατέλυσε Κλεόμβροτος: εἶτα γαμήσας
ἔνδον ἔχει πληγῶν Ἴσθμια καὶ Νέμεα,
γραῦν μαχίμην, τύπτουσαν Ὀλύμπια, καὶ τὰ παρ᾽ αὐτῷ
μᾶλλον ἰδεῖν φρίσσων ἤ ποτε τὸ στάδιον.
ἂν γὰρ ἀναπνεύσῃ, δέρεται τὰς παντὸς ἀγῶνος
πληγάς, ὡς ἀποδῷ: κἂν ἀποδῷ, δέρεται.