anonymi epigrammatici
τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν,
οὐ καλὸν αὐτὸν ἔφαν: οὐ γὰρ ἄγαν ἐδόκει. [p. 354]
εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμαν
ἐν πυρί, παῖς ^ δ᾽ ἐπ᾽ ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει.
τὸν παῖδ᾽ ἱλασόμεσθ᾽, ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοι
ἔστιν ὁ παῖς κρέσσων χαιρέτω ἁ Νέμεσις.