rhianus
ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ
κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγων
χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.
ἀλλ᾽ ἐγώ, ὦ φίλ᾽ Ἔρως, καὶ θαλεραὶ Χάριτες,
εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου
ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρν βάλω.