straton
Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα
παιδὸς ἐφ᾽ ὑαλέην ὄψιν ὑπερπέτασαι;
οὐ παύσῃ βομβεῦσα, καὶ ἀνθολόγοισι θέλουσα
ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;
ἔρρ᾽ ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους
μή σε δάκω: κἠγὼ κέντρον ἔρωτος ἔχω.