meleager
σιγῶν Ἡράκλειτος ἐν ὄμμασι τοῦτ᾽ ἔπος αὐδᾷ:
‘ καὶ Ζηνὸς φλέξω πῦρ τὸ κεραυνοβόλον.’
ναὶ μὴν καὶ Διόδωρος ἐνὶ στέρνοις τόδε φωνεῖ:
‘ καὶ πέτρον τήκω χρωτὶ χλιαινόμενον.’
δύστανος, παίδων ὃς ἐδέξατο τοῦ μὲν ἀπ᾽ ὄσσων
λαμπάδα, τοῦ δὲ πόθοις τυφόμενον γλυκὺ πῦρ.