meleager
Οἰνοπόται δέξασθε τὸν ἐκ πελάγευς, ἅμα πόντον
καὶ κλῶπας προφυγόντ᾽, ἐν χθονὶ δ᾽ ὀλλύμενον.
ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντ᾽ ἐπὶ γαῖαν
ἀγρεύσας ἕλκει τῇδ᾽ ὁ βίαιος Ἔρως,
ἐνθάδ᾽ ὅπου τὸν παῖδα διαστείχοντ᾽ ἐνόησα:
αὐτομάτοις δ᾽ ἄκων ποσσὶ ταχὺς φέρομαι.
κωμάζω δ᾽ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.
ἀλλὰ φίλοι, ξεῖνοι, βαιὸν ἐπαρκέσατε,
ἀρκέσατ᾽ , ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος
δέξασθ᾽ ὀλλύμενον τὸν φιλίας ἱκέτην.