anonymi epigrammatici
οὐκέτ᾽ ἐρῶ. πεπάλαικα πόθοις τρισὶν εἷς μὲν ἑταίρης,
εἷς δέ με παρθενικῆς, εἷς δὲ μ᾽ ἔκαυσε νέου:
καὶ κατὰ πᾶν ἤλγηκα. γεγύμνασμαι μέν, ἑταίρης
πείθων τὰς ἐχθρὰς οὐδὲν ἔχοντι θύρας: [p. 326]
ἔστρωμαι δὲ κόρης ἐπὶ παστάδος αἰὲν ἄυπνος,
ἓν τὸ ποθεινότατον παιδὶ φίλημα διδούς.
οἴμοι: πῶς εἴπω πῦρ τὸ τρίτον; ἐκ γὰρ ἐκείνου
βλέμματα καὶ κενεὰς ἐλπίδας οἶδα μόνον.