rhianus
οἱ παῖδες λαβύρινθος ἀνέξοδος: ᾗ γὰρ ἂν ὄμμα
ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται, [p. 328]
τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς
ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον
τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ᾽ ὕψος
οὐ μέγας, οὐρανίη δ᾽ ἀμφιτέθηλε χάρις.
ἢν δ᾽ ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα
κινήσεις, ἀλύτῳ δ᾽ ὡς ἀδάμαντι μένεις
ἴχνια κολληθείς: τοῖον σέλας ὄμμασιν αἴθει
κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.
χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε
ἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην.