anonymi epigrammatici
αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ
ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν [p. 50]
ἐννέα, καὶ μήλων σφέας ᾔτεον αἳ δ᾽ ἄρ᾽ ἔδωκαν
ἶσον ἑκάστῃ πλῆθος, ἔχον δ᾽ ἴσα ἐννέα καὶ τρεῖς.
εἰπὲ πόσον μὲν δῶκαν, ὅπως δ᾽ ἴσα πᾶσαι ἔχεσκον.