philippus
εἷς τὸ αὐτόἭρη τοῦτ᾽ ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπ᾽ ἄθλοις,
ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα.
ποῦ χλαίνωμα λέοντος, ὃ τ᾽ εὐροίζητος ἐπ᾽ ὤμοις
ἰός, καὶ βαρύπους ὄζος ὁ θηρολέτης;
πάντα ς1᾿ Ἔρως ἀπέδυσε: καὶ οὐ ξένον, εἰ Δία κύκνον
ποιήσας, ὅπλων νοσφίσαθ᾽ Ἡρακλέα. [p. 218]