antipater
Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων
εἴκελον, εὐκταίη μητέρος εὐτοκίη,
πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια
ἦλθεν ἐποιήθης δ᾽ ἔργον ἀοιδοπόλων.
Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ
Φοῖβος ἔχει: παρὰ σοὶ δ᾽ ἀθρόα πάντα, Κότυ. [p. 200]

