previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπιγραμμάτων


Ἀρίστιππος δ᾽ ἐν τῷ τετάρτῳ Περὶ Παλαιᾶς Τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου: ἔνιοι καὶ φαίδρου φασί: δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς:

ἀστέρας εἰσαθρεῖς ἀστὴρ ἐμός: εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

CURFRAG.tlg-0059.1
καὶ ἄλλο:

ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

CURFRAG.tlg-0059.2
εἰς δὲ τὸν Δίωνα ὧδε:

δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
μοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις:
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν:
κεῖσαι δ᾽ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

CURFRAG.tlg-0059.3
τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ. ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου ... τοῦτον ἐποίησε τὸν τρόπον:

νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ᾽ ὅτι καλός,
ὦπται καὶ πάντη πᾶς τις ἐπιστρέφεται.
θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ᾽ ἀνιήσει1
ὕστερον: οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

CURFRAG.tlg-0059.4
ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι:

Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταῖραν,
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως:
δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπλόου, δἰ ὅσης ἤλθετε πυρκαϊῆς.

CURFRAG.tlg-0059.5
ἀλλὰ καὶ εἰς Ἀγάθωνα:

τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον:2
ἦλθε γὰρ τλήμων ὡς διαβησομένη.

CURFRAG.tlg-0059.6
καὶ ἄλλο:

τῷ μήλῳ βάλλω σε: σὺ δ᾽ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος:
εἰ δ᾽ ἄρ᾽ μὴ γίγνοιτο νοεῖς, τοῦτ᾽ αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

CURFRAG.tlg-0059.7
καὶ ἄλλο:

μῆλον ἐγώ: βάλλει με φιλῶν σέ τις: ἀλλ᾽ ἐπίνευσον,
Ξανθίππη: κἀγὼ καὶ σὺ μαραινόμεθα.

CURFRAG.tlg-0059.8
φασὶ δὲ καὶ τὸ εἰς τοὺς Ἐρετριέας τοὺς σαγηνευθέντας αὐτοῦ εἰναι:

Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα, φεῦ γαίης ὅσσον ἀφ᾽ ἡμετέρης.

CURFRAG.tlg-0059.9

Diog. L. 3. 29

καὶ ἄλλο:

χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον: αὐτὰρ χρυσὸν
ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.

CURFRAG.tlg-0059.10
Diog. L. 3. 29
ἐπὶ κατόπτρῳ ἀνατεθέντι παρὰ Λαΐδος:

σοβαρὸν γελάσασα καθ᾽ Ἑλλάδος, ποτ᾽ ἐραστῶν
ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῇ Παφίῃ τὸ κατόπτρον: ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δ᾽ ἦν πάρος οὐ δύναμαι.

CURFRAG.tlg-0059.11
Anth. Plan. (Pal. 6. 1 Πλάτωνος
Πλάτωνος:

ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.

CURFRAG.tlg-0059.12
Anth. Pal. 7. 35
Πλάτωνος: εἰς τοὺς Ἐρετριεῖς τοὺς ἐν Ἐκβατάνοις κειμένους:

οἵδε ποτ᾽ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίῳ κείμεθ᾽ ἐνὶ μεσάτῳ:
χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ᾽ Ἀθῆναι
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.

CURFRAG.tlg-0059.13
Anth. Pal. 7. 256
Πλάτωνος: εἰς ἕτερον ναυηγόν:

ναυκλήρου τάφος εἰμί: δ᾽ ἀντίον ἐστὶ γεωργοῦ:
ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ᾽ Ἀΐδης.

CURFRAG.tlg-0059.14
Anth. Pal. 7. 265
Πλάτωνος: εἰς ἕτερον ναυηγόν:

πλωτῆρες σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν:
ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

CURFRAG.tlg-0059.15
Anth. Pal. 7. 269
εἰς Σαπφώ:

ἐννέα τὰς Μούσας φασίν τινες: ὡς ὀλιγώρως:
ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν δεκάτη.

CURFRAG.tlg-0059.16
Anth. Plan. (Pal. 9. 506 Πλάτωνος

Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα:
φεῦ φεῦ, ποῦ γυμνὰν εἶδέ με Πραξιτέλης;

CURFRAG.tlg-0059.17
Anth. Plan. 162
καὶ ἐπίγραμμα δὲ τοιοῦτον εἰς Ἀριστοφάνους αὐτὸς πλάτωνπεποίηκεν:

αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται
διζόμεναι, ψυχὴν εὗρον Ἀριστοφάνους.

CURFRAG.tlg-0059.18
Thom. Mag. Vit. Ar. 160 W

1

2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: