εἰς Ἀπόλλωνα
οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
οἷα δ᾽ ὅλον τὸ μέλαθρον: ἑκάς, ἑκὰς ὅστις ἀλιτρός.
καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει:
οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
5ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
αὐταὶ δὲ κληῖδες: ὁ γὰρ θεὸς οὐκέτι μακρήν:
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ᾽ ὅ τις ἐσθλός:
10ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
ὀψόμεθ᾽, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ᾽ οὔποτε λιτοί.
μήτε σιωπηλὴν κίθαριν μήτ᾽ ἄψοφον ἴχνος
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
15ἑστήξειν δὲ τὸ τεῖχος ἐπ᾽ ἀρχαίοισι θεμέθλοις. [p. 50]
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ᾽ ἀεργός.
εὐφημεῖτ᾽ ἀίοντες ἐπ᾽ Ἀπόλλωνος ἀοιδῇ.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ
ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
20οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ᾽ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
25ἱὴ ἱὴ φθέγγεσθε: κακὸν μακάρεσσιν ἐρίζειν.
ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο:
ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
τιμήσει: δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
30οὐδ᾽ ὁ χορὸς τὸν Φοῖβον ἐφ᾽ ἓν μόνον ἦμαρ ἀείσει,
ἔστι γὰρ εὔυμνος: τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ᾽. ἐνδυτὸν ἥ τ᾽ ἐπιπορπὶς
ἥ τε λύρη τό τ᾽ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
χρύσεα καὶ τὰ πέδιλα: πολύχρυσος γὰρ Ἀπόλλων.
35καὶ δὲ πολυκτέανος: Πυθῶνί κε τεκμήραιο.
καὶ μὲν 1 ἀεὶ καλὸς καὶ ἀεὶ νέος: οὔποτε Θοίβου [p. 52]
θηλείῃσ᾽ οὐδ᾽ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια:
οὐ λίπος Ἀπόλλωνος ἀποοτάζουσιν ἔθειραι,
40ἀλλ᾽ αὐτὴν πανάκειαν: ἐν ἄστεϊ δ᾽ ᾧ κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ᾽ ἐγένοντο.
τέχνῃ δ᾽ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων:
κεῖνος ὀιστευτὴν ἔλαχ᾽ ἀνέρα, κεῖνος ἀοιδὸν
Φ̔οίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή᾽,
45κείνου δὲ θριαὶ καὶ μάντιες: ἐκ δέ νυ Φοίβου
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
ἐξότ᾽ ἐπ᾽ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους
ἠιθέου ὑπ᾽ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
50ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
δεύοιντο βρεφέων ἐπιμηλάδες 2 ᾗδιν Ἀπόλλων
βοσκομένῃσ᾽ ὀφθαλμὸν ἐπήγαγεν: οὐδ᾽ ἀγάλακτες
οἴιες οὐδ᾽ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
55Φοίβῳ δ᾽ ἑσπόμενοι πόλιας διεμετρήσαντο
ἄνθρωποι: Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
κτιζομένῃσ᾽, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης.
60Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
Κυνθιάδων φορέεσκεν, ὁ δ᾽ ἔπλεκε βωμὸν Ἀπόλλων. [p. 54]
δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
ὧδ᾽ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
65Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττῳ
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῷ
δεξιὸς οἰκιστῆρι 3 καὶ ὤμοσε τείχεα δώσειν
ἡμετέροις βασιλεῦσιν: ἀεὶ δ᾽ εὔορκος Ἀπόλλων.
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
70πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πογλύ:
αὐτὰρ ἐγὼ Καρνεῖον: ἐμοὶ πατρώιον οὕτω.
Σπάρτη τοι, Καρνεῖε, τὸ δὴ πρώτιστον ἔδεθλον,
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
75ἤγαγε Θηραίην ἐς ἀπόκτισιν: ἐκ δέ σε Θήρης
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίῃ,
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
θῆκε τελεσφορίην ἐπετήσιον, ᾗ ἐνὶ πολλοὶ
ὑστάτιον πίπτουσιν ἐπ᾽ ἰσχίον, ὦ ἄνα, ταῦροι.
80ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοὶ
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι [p. 56]
ποικίλ᾽ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
χείματι δὲ κρόκον ἡδύν: ἀεὶ δέ τοι ἀέναον πῦρ,
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
85ἦ ῥ᾽ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις,
τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
οἱ δ᾽ οὔπω πηγῇσι 4 Καρνειάδες ἤλυθον ὧραι.
Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον.
90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δ᾽ ἐπεδείξατο νύμφῃ
στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
οὐ κείνου χορὸν εἶδε 5 θεώτερον ἄλλον Ἀπόλλων,
οὐδὲ πόλει τόσ᾽ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ,
95μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ
Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
100Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπ᾽ ἄλλῳ
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
‘ἱὴ ἱὴ παιῆον, ἵει βέλος.’ εὐθύ σε μήτηρ
γείνατ᾽ ἀοσσητῦρα, τὸ δ᾽ ἐξέτι κεῖθεν ἀείδῃ.
105ὁ Φθόνος Ἀπόλλωνος ἐπ᾽ οὔατα λάθριος εἶπεν [p. 58]
‘οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδ᾽ ὅσα πόντος ἀείδει.’
τὸν Φθόνον ὡπόλλων ποδί τ᾽ ἤλασεν ὧδέ τ᾽ ἔειπεν:
‘Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ
λύματα γῆς καὶ πολλὸν ἐφ᾽ ὕδατι συρφετὸν ἕλκει.
110Δηοῖ δ᾽ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι,
῾̣̣̓λλ᾽ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.’
χαῖρε ἄναξ: ὁ δὲ Μῶμος, ἵν᾽ ὁ Φθόνος, 6 ἔνθα νέοιτο.