Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 494]
λέξω τὰ πάντα νητρεκῶς, μ᾽ ἱστορεῖς,
ἀρχῆς ἀπ᾽ ἄκρας: ἢν δὲ μηκυνθῇ λόγος,
σύγγνωθι δέσποτ᾽: οὐ γὰρ ἥσυχος κόρη
ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα,
5ἀλλ᾽ ἄσπετον χέασα παμμιγῆ βοὴν
δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,
Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.
τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,
κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ
10πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων
οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος
ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.
ἐγὼ δ᾽ ἄκραν βαλβῖδα μηρίνθου σχάσας,
ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,
15πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.


Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον
κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,
Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας
λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν. [p. 496]
20οἱ δ᾽ οὖσα γρώνης εὐγάληνα χερμάδος
ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
25ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,
ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους
ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
δ᾽ ἔνθεον σχάσασα βακχεῖον στόμα,
ἄτης ἀπ᾽ ἄκρων βουπλανοκτίστων λόφων,
30τοιῶνδ᾽ ἀπ᾽ ἀρχῆς ἦρχ᾽ Ἀλεξάνδρα λόγων:


αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις
τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
Τρίτωνος ἠμάλαψε κάρχαρος κύων:
35ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
τινθῷ λέβητος ἀφλόγοις ἐπ᾽ ἐσχάραις
σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
40τύψας ἀτράκτῳ στέρνον, ἔν τ᾽ αὐλῷ μέσῳ
πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας [p. 498]
Κρόνου παρ᾽ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς
ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,
τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς
45στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα
κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,
ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ
σάρκας καταίθων λοφνίσιν δωμήσατο,
Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν:
50ἐξηνάριξεν ὅν ποτ᾽ ἀξίφῳ δόλῳ
νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι:
λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην
ταῖς τ᾽ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου
Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς
55παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,
τοῖς Τευταρείοις βουκόλου πτερώμασι:
τὰ πάντα πρὸς φῶς βαρύζηλος δάμαρ,
στείλασα κοῦρον τὸν κατήγορον χθονός,
ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,
60λέκτρων θ᾽ ἕκατι τῶν τ᾽ ἐπεισάκτων γάμων.
αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον
ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸν
Γιγαντοραίστοις ἄρδισιν τετρωμένου [p. 500]
πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,
65πύργων ἀπ᾽ ἄκρων πρὸς νεόδμητον νέκυν
ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας:
πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη,
ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ.


στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς
70αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων
καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.
στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος
δύπτου κέλωρος, ὅς ποτ᾽ ἐν ῥαπτῷ κύτει,
ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής,
75ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,
Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,
Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς
λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,
ὅτ᾽ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα
80Ζηνὸς καχλάζων νασμός: οἱ δὲ πρὸς πέδῳ
πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν
νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.
φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν
φάλλαι τε καὶ δελφῖνες αἵ τ᾽ ἐπ᾽ ἀρσένων
85φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.


λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον
τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,
ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,
κελυφάνου στρόβιλον ὠστρακωμένην.


90καὶ δή σε ναύτην Ἁχερουσία τρίβος [p. 502]
καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους
στείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται,
ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς.
ἀλλ᾽ ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου
95καὶ Λᾶν περάσεις, ἀντὶ δ᾽ εὐχίλου κάπης
καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης
τράμπις σ᾽ ὀχήσει καὶ Φερέκλειοι πόδες
δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,
ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας
100πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,
σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.


καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
105ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,
Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα
φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,
θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τ᾽ ἄκραν,
αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.


110νήσῳ δ᾽ ἐνὶ δράκοντος ἐκχέας πόθον
Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
κεναῖς αφάσσων ὠλέναισι δέμνια. [p. 504]
115 γάρ σε συλλέκτροιο Φλεγραίας πόσις
στυγνὸς Τορώνης, γέλως ἀπέχθεται
καὶ δάκρυ, νῆις δ᾽ ἐστὶ καὶ τητώμενος
ἀμφοῖν, Θρῄκης ἔκ ποτ᾽ εἰς ἐπακτίαν
Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην
120χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,
ἀλλ᾽ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
125καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς
στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν
κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης
τῆς θ᾽ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
130ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,
λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος:
ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
οὐδ᾽ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
135σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην, [p. 506]
λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.


τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
140ἄσιτα κὰδώρητα φορμίζων μέλη:
κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην
ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς
145πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός
νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.


δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,
πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,
τὸν δ᾽ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν
150βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,
Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
Ἕρκυνν᾽ Ἐρινὺς Θουρία Ξιφηφόρος
ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,
155τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη.
ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον [p. 508]
φυγόντα Ναυμέδοντος ἁρπακτήριον
ἔστειλ᾽ Ἐρεχθεὺς εἰς Λετριναίους γύας
λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,
160τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,
γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις
βουλαῖς ἀνἀγνοις, ἃς Καδμίλου γόνος
ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον
φερωνύμους ἔδυψε Νηρέως τάφους,
165πανώλεθρον κηλῖδα θωύξας γένει,
τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν
καὶ τὴν ὁπλαῖς ῞Αρπινναν Ἁρπυίαις ἴσην.


τὸν δ᾽ αὖ τέταρτον αὐθόμαιμον ὄψεται
κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων
170τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης
λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις
τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον
εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,
175τῆς ξεινοβάκχης, ὅν ποτ᾽ Οἰνώνης φυγάς,
μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
ἀφ᾽ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.


180χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,
σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ: [p. 510]
οἱ δ᾽ αὖ προγεννήτειραν οὐλαμωνύμου
βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
185τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,
ἣν ξύνευνος Σαλμυδησίας ἁλὸς
ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
190ποθῶν δάμαρτα, τήν ποτ᾽ ἐν σφαγαῖς κεμὰς
λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
βαθὺς δ᾽ ἔσω ῥηγμῖνος αὐδηθήσεται
ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
195καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην
γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ
κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
σάρκας λεβητίζουσα δαιταλουργίᾳ.


200χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,
εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.
οἱ δ᾽ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου
σὺν μητρὶ τέκνων νηπίων κρεανόμου
ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν
205στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,
σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων [p. 512]
Σφάλτην ἀνευάζοντες, ποτ᾽ ἐν μυχοῖς
Δελφινίου παρ᾽ ἄντρα Κερδῴου θεοῦ
Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται
210 χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.
θυμάτων πρόσπαιον ἐκτίνων χάριν
δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος
λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις,
σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν
215κείροντ᾽ ὀδόντι καὶ λαφυστίαις γνάθοις.


λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,
σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ
δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.


Ὡς μή σε Κάδμος ὤφελ᾽ ἐν περιρρύτῳ
220Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,
τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε:
μήδ᾽ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
225χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,
μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί:
οὐκ ἂν τοσῶνδε κῦμ᾽ ἐπέκλυσεν κακῶν.


καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος [p. 514]
230ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις
γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.


καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
235ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,
δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
χηλῷ κατεδρύφαξε διπτύχους γονάς.
240σὺν τοῖς δ᾽ τλήμων, μητρὸς οὐ φράσας θεᾶς
μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,
πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.


καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
245ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς
εἰς θῖν᾽ ἐρείσας λοισθίαν αἴθων λύκος
κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.


καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
250στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.
ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη [p. 516]
κεῖται, πέφρικαν δ᾽ ὥστε ληίου γύαι
λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι
ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
255πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,
γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,
ἄλλην ἐπ᾽ ἄλλῃ συμφορὰν δεδεγμένων.


Ἐκεῖνό σ᾽, τάλαινα καρδία, κακὸν
ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
260εὖτ᾽ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,
πτεροῖσι χέρσον αἰετὸς διαγράφων
ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
κλάζων τ᾽ ἄμικτον στόματι ῥιγίστην βοήν,
τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
265Πτῴου τε πατρός ἁρπάσας μετάρσιον,
ὄνυξι γαμφηλαῖσί θ᾽ αἱμάσσων δέμας,
ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
λευρᾶς βοώτης γατομῶν δι᾽ αὔλακος.
λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
270σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,
αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος
275Λειβηθρίην θ᾽ ὕπερθε Πιμπλείας σκοπήν,
νεκροπέρνας, ὃς προδειμαίνων πότμον [p. 518]
καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
δῦναι, παρ᾽ ἱστοῖς κερκίδος ψαύσας κρότων,
καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
280τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.


δαῖμον, οἷον κίον᾽ αἰστώσεις δόμων,
ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας:
οὐ μὴν ἀνατεί γ᾽ οὐδ᾽ ἄνευ μόχθων πικρῶν
πένθους θ᾽ λῃστὴς Δωριεὺς γελᾷ στρατός,
285ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,
ἀλλ᾽ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν
πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,
καλῶν ἐπ᾽ εὐχαῖς πλεῖστα Φύξιον Δία
πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.
290τότ᾽ οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν
πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,
οὐ γεῖσα χραισμήσουσιν, οὐδ᾽ ἐπάλξιες:
ἀλλ᾽ ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ
καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς
295ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους
πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων
πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.


πολλοὺς δ᾽ ἀριστεῖς πρωτόλειά θ᾽ Ἑλλάδος
αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους,
300αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,
φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
τὰς σὰς στένουσα καὶ δι᾽ αἰῶνος ταφάς.
οἰκτρὸν γάρ, οἰκτρὸν κεῖν᾽ ἐπόψομαι φάος
305καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,
μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται. [p. 520]


αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
ὅς τ᾽ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
310ἴυγγι τόξων, τὸν τυπέντα δ᾽ ἐν βρόχοις
μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,
καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.


οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας
315καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.
ὧν τὴν μὲν αὐτόπρεμνον τοκὰς κόνις
χανοῦσα κευθμῷ χείσεται διασφάγος,
λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,
ἵν᾽ ἄλμα πάππου καὶ χαμευνάδος μόροι
320τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι
σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,
πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ:
σὲ δ᾽ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους
ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,
325μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,
ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν
στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων [p. 522]
ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,
λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.
330σὲ δ᾽ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα
πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ
ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ
κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,
Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.


335 δ᾽ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς
κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,
πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας
ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,
τὸ πρὶν δ᾽ ἀμυδρὸν οὔνομ᾽ αἰστώσας σκότῳ,
340ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν
ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς
φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον
ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,
τῆς Σισυφείας δ᾽ ἀγκύλης λαμπουρίδος
345λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος
τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι
καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.


ἐγὼ δὲ τλήμων γάμους ἀρνουμένη,
ἐν παρθενῶνος λαΐνου τυκίσμασιν
350ἄνις τεράμνων εἰς ἀνώροφον στέγην [p. 524]
εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
λίπτοντ᾽ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη
355πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι
τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
360ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.
δ᾽ εἰς τέραμνα δουρατογλύφου στέγης
γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
365ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
οὐκ ὀστοθήκαις, χοιράδων δ᾽ ἐφημένους,
οὐδ᾽ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
κρωσσοῖσι ταρχυθεῖσαν, θέμις φθιτῶν,
370ἀλλ᾽ οὔνομ᾽ οἰκτρὸν καὶ κενηρίων γραφὰς
θερμοῖς τεκόντων δακρύοις λελουμένας
παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.


Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
375καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
380δίναις παλιρροίοισιν ἕλκοντος σάλου, [p. 526]
ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
σκηπτὸς κατ᾽ ὄρφνην γεύσεται δῃουμένων,
ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
385λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου
σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.


τὸν δ᾽ οἷα δύπτην κηρύλον διὰ στενοῦ
αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
390Γυραῖσι δ᾽ ἐν πέτραισι τερσαίνων πτερὰ
στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,
βληθεὶς ἀπ᾽ ὄχθων τῷ τριωνύχῳ δορί,
νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
395κόκκυγα κομπάζοντα μαψαύρας στόβους.
ψυχρὸν δ᾽ ἐπ᾽ ἀκταῖς ἐκβεβρασμένον νέκυν
δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
κρύψει κατοικτίσασα Νησαίας κάσις,
400δίσκου μεγίστου τάρροθος Κυναιθέως.
τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.
τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
λυπρὸς παρ᾽ Ἅιδην δεννάσει κακορροθῶν,
405 μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις, [p. 528]
ἔρωτας οὐκ ἔρωτας, ἀλλ᾽ Ἐρινύων
πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.


ἅπασα δ᾽ ἄλγη δέξεται κωκυμάτων,
ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι
410Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,
οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
415νήριθμος ἑσμός: οἱ δ᾽ ἐπὶ ξένης ξένοι,
παῶν ἔρημοι δεξιώσονται τάφους.


τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
420κρύψει, πρὶν Τυμφρηστὸν αὐγάσαι λέπας,
τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
ὅτ᾽ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.


Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι
425Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν:
τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
συὸς παραπλαγχθέντα θηλείας τόκων,
ὅτ᾽ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων [p. 530]
430σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον:
τὸν δ᾽ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,
αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς:
τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
435ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,
ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.


δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
440αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες
δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.
αἰπὺς δ᾽ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
445ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας
δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.


οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν
Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν. [p. 532]


450 μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος
Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,
οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς
πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
455χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ
χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
ἦμος καταίθων θύσλα Κωμύρῳ λέων
460σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,
σκύμνον παρ᾽ ἀγκάλαισιν ἀίτα βράσας.
οὐ γάρ τι πείσει φῖτυν, ὡς Λήμνιος
πρηστὴρ Ἐνυοῦς, οὔποτ᾽ εἰς φύζαν τραπεὶς
ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων
465ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν
πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.
ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,
ὃν ξύναιμος πατρὸς ἐκλοχεύεται,
δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.
470ἣν δή ποτ᾽, ἐν ῥήτραισι δημοτῶν σταθείς,
γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
στεῖλαι τριπλᾶς θύγατρας σπείρας βάβαξ, [p. 534]
τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
475λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.
δ᾽ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.


δεύτερος δὲ νῆσον ἀγρότης μολών,
480χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς
λυκαινομόρφων Νυκτίμου κρεανόμων,
τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
σπληδῷ κατ᾽ ἄκρον χεῖμα θαλψάντων πυρός,
χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
485βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.
οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,
βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
ἔγνω δ᾽ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
490μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.
δ᾽ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,
στόρθυγξ δεδουπὼς τὸν κτανόντ᾽ ἠμύνατο,
πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν. [p. 536]


τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας
495κέλωρ γίγαντος ὅπλα, τοῦ ποτ᾽ εἰς λέχος
λαθραῖον αὐτόκλητος Ἰδαία πόρις
ζῶσ᾽ ἐς Ἅιδην ἵξεται καταιβάτις,
θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς:
ὃν δή ποτ᾽ ἀγρώσσοντα Κρηστώνης ἔχις
500κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,
ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας
πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον
βάλῃ νεογνὸν σκύμνον. μόνῃ ζυγὸν
δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι
505τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,
ὧν ὀστράκου στρόβιλος ἐντετμημένος
κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.
τὰ δ᾽ ἄλλα θριπόβρωτος ἄψαυστος δόμων
σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.
510 δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον
τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις:
οὓς μήποτ᾽, Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν
στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί,
μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας [p. 538]
515πρύμνης ἀπ᾽ ἄκρας γυμνὸν αἰψηρὸν πόδα
εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν,
μηδ᾽ οἱ λεόντων τῶνδε καρτερώτεροι,
ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,
καὶ δἶ Ἐνυώ, καὶ τριγέννητος θεὰ
520Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.
οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,
Δρύμας τε καὶ Πρόφαντος, Κρώμνης ἄναξ,
ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,
ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις
525στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,
καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν
ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν
ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ
μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.
530οὗ δή ποτ᾽ αἴθων πρῶτα καινίσει δόρυ
κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,
Γραικῶν ἄριστος, πάλαι τεύχει τάφους
ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,
Μαζουσία προὔχουσα χερσαίου κέρως.


535Ἀλλ᾽ ἔστι γάρ τις, ἔστι καὶ παρ᾽ ἐλπίδα
ἡμῖν ἀρωγὸς πρευμενὴς Δρύμνιος
δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις
σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
540οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε [p. 540]
μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις
λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.
καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
545βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,
αὖθις δ᾽ ἐναιχμάσουσιν αὐτανέψιοι,
ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων
χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.
550 πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος
ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
555λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.
δ᾽ αὖ σιγύμνῳ πλεύρ᾽ ἀναρρήξας βοὸς
κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
560ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ
ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς
οὐδ᾽ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιος
ἐμέμψατ᾽, ἐν χάρμαισι ῥαιβώσας κέρας.
καὶ τοὺς μὲν Ἅιδης, τοὺς δ᾽ Ὀλύμπιοι πλάκες
565παρ᾽ ἦμαρ αἰεὶ δεξιώσονται ξένους,
φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς. [p. 542]


καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,
βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.
ἄλλων δ᾽ ἄπλατον χειρὶ κινήσει νέφος,
570ὧν οὐδ᾽ Ῥοιοῦς ἶνις εὐνάζων μένος
σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον
μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους,
τροφὴν δ᾽ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας
ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν
575μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,
Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.
ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς
μυληφάτου χιλοῖο δαιδαλευτρίας
ἕρπιν τε ῥέζειν ἠδ᾽ ἀλοιφαῖον λίπος,
580οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.
αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν
τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε
Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.


καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι
585στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι:
Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας
λαῶν ἄνακτες, ἀλλ᾽ ἀνώνυμοι σποραί,
πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς
Γόλγων ἀνάσσης: ὧν μὲν Λάκων᾽ ὄχλον
590ἄγων Θεράπνης, θάτερος δ᾽ ἀπ᾽ Ὠλένου
Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ. [p. 544]


δ᾽ Ἀργύριππα Δαυνίων παγκληρίαν
παρ᾽ Αὐσονίτην Φυλαμὸν δωμήσεται,
πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν
595οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν
δίαιταν αἰνέσουσι, πορκέων δίκην,
κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.
ῥάμφεσσι δ᾽ ἀγρώσσοντες ἐλλόπων θοροὺς
φερώνυμον νησῖδα νάσσονται πρόμου,
600θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ
ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς
πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
ὁμοῦ δ᾽ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
605κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις
κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,
καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος
μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,
τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.
610Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης
ἔσται κακῶν τε πημάτων παραίτιον,
ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
πρὸς λέκτρα. τύμβος δ᾽ αὐτὸν ἐκσώσει μόρου
Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
615κολοσσοβάμων δ᾽ ἐν πτυχαῖσιν Αὐσόνων [p. 546]
σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι
τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,
τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον.
κρίσει δ᾽ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς
620εὐχὰς ἀρούραις ἀμφ᾽ ἐτητύμους βαλεῖ,
Δηοῦς ἀνεῖναι μήποτ᾽ ὄμπνιον στάχυν,
γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,
ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας
χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.
625στήλαις δ᾽ ἀκινήτοισιν ὀχμάσει πέδον,
ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται
μετοχλίσας ὀλίζον. γὰρ ἀπτέρως
αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν
ἄνδηρ᾽ ἀρέζοις ἴχνεσιν δατούμεναι.
630θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,
ὅσοι παρ᾽ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,
δράκοντα τὸν φθείραντα Φαίακας κτανών.


οἱ δ᾽ ἀμφικλύστους χοιράδας Γυμνησίας
σισυρνοδῦται καρκίνοι πεπλωκότες
635ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,
τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.
ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην
ἄδορπα παιδεύσουσι νηπίους γονάς.
οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,
640πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ
ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ. [p. 548]
καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς
Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,
Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,
645γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους
Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θ᾽ ἕδος
καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θ᾽ ὕδωρ.


τοὺς δ᾽ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας
στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ
650καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς
τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως
τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα
ἁρπυιογούνων κλώμακάς τ᾽ ἀηδόνων
πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,
655πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,
λώβαισι παντοίαισιν ἐσπαραγμένους,
ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων
δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς.
ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας
660χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον
χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.
ἐπόψεται δὲ λείψανον τοξευμάτων
τοῦ Κηραμύντου Πευκέως Παλαίμονος,
οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη
665σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.
ἄλλος δ᾽ ἐπ᾽ ἄλλῳ μόχθος ἄθλοις μενεῖ,
τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος. [p. 550]
ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;
ποία δ᾽ Ἐρινὺς μιξοπάρθενος κύων;
670τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος
Αἰτωλὶς Κουρῆτις αἰόλῳ μέλει
πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;
ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται
δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,
675καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι
στένοντες ἄτας ἐν συφοῖσι φορβάδες
γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς
καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης
μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς
680Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.


ἥξει δ᾽ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
καὶ νεκρόμαντιν πέμπελον διζήσεται
ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,
ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
685καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,
πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα
λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.


ὅθεν Γιγάντων νῆσος μετάφρενον
θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
690φλογμῷ ζέουσα δέξεται μονόστολον,
ἐν πιθήκων πάλμυς ἀφθίτων γένος
δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου. [p. 552]
Βαίου δ᾽ ἀμείψας τοῦ κυβερνήτου τάφον
695καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν
ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν


Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν
χωστὰς Ὀβριμοῦς τ᾽ ἄλσος οὐδαίας Κόρης,
Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος
700τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,
ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν
πηγαὶ κατ᾽ Αὐσονῖτιν ἕλκονται χθόνα,
λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας
λίμνην τ᾽ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ
705καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,
Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς
ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,
λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,
μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν:
710θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,
πήληκα κόρσῃ κίονος προσάρμοσας.
κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,
οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,
αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς
715Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς, [p. 554]
ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.
τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην
Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα:
οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης
720λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν
ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.
ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως
Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον
πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς
725γείτων θ᾽ Λᾶρις ἐξερεύγονται ποτά.
λίγεια δ᾽ εἰς Τέρειναν ἐκναυσθλώσεται,
κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται
κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,
Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.
730λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης
ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.
πρώτῃ δέ καὶ ποτ᾽ αὖθι συγγόνων θεᾷ
κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,
735χρησμοῖς πιθήσας. ὅν ποτ᾽ αὐξήσει λεὼς
Νεαπολιτῶν, οἳ παρ᾽ ἄκλυστον σκέπας
ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.


Βύκτας δ᾽ ἐν ἀσκῷ συγκατακλείσας βοὸς [p. 556]
παλινστροβήτοις πημοναῖς ἀλώμενος
740κεραυνίῃ μάστιγι συμφλεχθήσεται
καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ
ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,
Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,
745ἀναυλόχητον αὐτοκάβδαλον σκάφος
βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας
αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν
εἰκαῖα γόμφοις προστεταργανωμένην.
ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας
750τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον
αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ
πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.
πόντου δ᾽ ἄυπνος ἐνσαρούμενος μυχοῖς,
ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος
755ἔσται. παρ᾽ ἄλλου δ᾽ ἄλλος, ὡς πεύκης κλάδον,
βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.
μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς
ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον
καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας
760μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται
στόρθυγξι. νῆσον δ᾽ εἰς Κρόνῳ στυγουμένην
ἅρπην περάσας, μεζέων κρεανόμον,
ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,
τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,
765ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους. [p. 558]
οὔπω μάλ᾽, οὔπω: μὴ τοσόσδ᾽ ὕπνος λάβοι
λήθης Μέλανθον ἐγκλιθένθ᾽ Ἱππηγέτην.
ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας
καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν
770μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον
μύκλοις γυναικόκλωψιν. δὲ βασσάρα
σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,
θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.
αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους
775ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν
στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν
δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν
πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.
οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς
780σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,
λύγοισι τετρανθεῖσα, τὰς λυμεὼν
ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,
ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,
ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις
785λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.
ὃν Βομβυλείας κλιτὺς Τεμμικία
ὕψιστον ἡμῖν πῆμ᾽ ἐτέκνωσέν ποτε,
μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.
λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,
790ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,
κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν [p. 560]
πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν,
σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας
κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.
795κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ
κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.
κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,
Ἀχιλλέως δάμαρτος αὐτανέψιος.
μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς
800 τ᾽ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,
ἐν ποτ᾽ αὖθις Ἡρακλῆ φθίσει δράκων
Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,
τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς
καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.


805Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,
ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις
αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
810σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,
Γλαύκωνος Ἀψύρτοιό τ᾽ αὐτανεψίας.


χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
γαληνὸν ἦμαρ οὔποτ᾽ ἐν ζωῇ δρακών.
815 σχέτλἰ , ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ
βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον [p. 562]
κάνθων᾽ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.


820 δ᾽ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης
πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,
ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,
ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;
ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;
825ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,
καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,
καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας
προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος
Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους
830ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,
καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον
Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,
κραντῆρι λευκῷ τόν ποτ᾽ ἔκτανε πτέλας.
ἐπόψεται δὲ τύρσιας Κηφηίδας
835καὶ Λαφρόου λακτίσμαθ᾽ Ἑρμαίου ποδὸς
δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο
δαιτὸς χατίζων. ἀντὶ θηλείας δ᾽ ἔβη
τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις, [p. 564]
τὸν ἡπατουργὸν ἄρσεν᾽ ἀρβυλόπτερον.
840πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ
φάλαινα δυσμίσητος ἐξινωμένη,
ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς:
ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς
845ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,
λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.


Ἐπόψεται δὲ τοὺς θερειπότους γύας
καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας
εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.
850καὶ πάντα τλήσεθ᾽ οὕνεκ᾽ Αἰγύας κυνὸς
τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.
ἥξει δ᾽ ἀλήτης εἰς Ἰαπύγων στρατόν,
καὶ δῶρ᾽ ἀνάψει παρθένῳ Σκυλητρίᾳ
Ταμάσσιον κρατῆρα καὶ βοάγριον
855καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας.
ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,
ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ
Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.
γυναιξὶ δ᾽ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ
860πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον [p. 566]
καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,
μήθ᾽ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
865χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.
ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,
Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
Ἅρπης Κρόνου πήδημα Καγχείας θ᾽ ὕδωρ
870κάμψας, Γονοῦσάν τ᾽ ἠδὲ Σικανῶν πλάκας,
καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος
ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.
κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα
875τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων
οὐδ᾽ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.


ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας
μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους
ἔρημον εἰς Ἄτλαντος οἰκητήριον
880θρυλιγμάτων δέρτροισι προσσεσηρότας:
Μόψον Τιταιρώνειον ἔνθα ναυβάται
θανόντα ταρχύσαντο, τυμβείαν δ᾽ ὑπὲρ
κρηπῖδ᾽ ἀνεστήλωσαν Ἀργῷου δορὸς
κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,
885Αὔσιγδα Κινύφειος τέγγων ῥόος [p. 568]
νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ
Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ
χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,
δείξαντι πλωτὴν οἶμον, διὰ στενῶν
890μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.
Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη
θαλασσόπαις δίμορφος αὐδάζει θεός,
ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς
῞Ελλην᾽ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.
895εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ
κρύψουσ᾽ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,
ἐν Κυφαίων δύσμορον στρατηλάτην
ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,
τόν τ᾽ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,
900Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,
καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου
ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.
ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν
ποθοῦντες, οἱ δ᾽ Ἐχῖνον, οἱ δὲ Τίταρον
905Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν
Γόννον Φάλαννάν τ᾽ ἠδ᾽ Ὀλοσσόνων γύας
καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις
αἰῶνα κωκύσουσιν ἠλοκισμένοι. [p. 570]


ἄλλην δ᾽ ἐπ᾽ ἄλλῃ κῆρα κινήσει θεός,
910λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.


τὸν δ᾽ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις
Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον
Κρίμισα φιτροῦ δέξεται μιαιφόνον:
αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν
915σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον:
Δύρα παρ᾽ ὄχθαις ὅς ποτε φλέξας θρασὺν
λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σεύθῃ
δράκοντ᾽ ἀφύκτων γομφίων λυροκτύπῳ.
Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,
920εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,
Ναύαιθος ἔνθα πρὸς κλύδων᾽ ἐρεύγεται.
κτενοῦσι δ᾽ αὐτὸν Αὔσονες Πελλήνιοι
βοηδρομοῦντα Λινδίων στρατηλάταις,
οὓς τῆλε Θερμύδρου τε Καρπάθου τ᾽ ὀρῶν
925πλάνητας αἴθων Θρασκίας πέμψει κύων,
ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.
ἐν δ᾽ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν
ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν
λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν. [p. 572]


930 δ᾽ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,
ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,
πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,
ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας
πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ
935στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων
Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ
ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν
Κανδάον᾽ Μάμερτον ὁπλίτην λύκον,
μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην
940στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,
οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
οὐδ᾽ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.
τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
πύκτην μὲν ἐσθλόν, πτῶκα δ᾽ ἐν κλόνῳ δορός,
945καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν:
ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου 1 γάνος
ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,
τὰ δ᾽ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας
τεύξει ποτ᾽ ἐγχώροισι μέρμερον βλάβην,
950καθιερώσει Μυνδίας ἀνακτόροις.


ἄλλοι δ᾽ ἐνοικήσουσι Σικανῶν χθόνα,
πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς [p. 574]
ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
955τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν
μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,
ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
αἱ δ᾽ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,
960μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,
ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
ἔζευξε λέκτροις ποταμός: δὲ δαίμονι
τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
965ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον
ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
πένθος μέγιστον καὶ δι᾽ αἰῶνος πάτρας
970ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.
μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
νήπαυστον αἰάζουσα καὶ γοωμένη
δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
975αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.
κρατὸς δ᾽ ἄκουρος νῶτα καλλυνεῖ φόβη,
μνήμην παλαιῶν τημελοῦσ᾽ ὀδυρμάτων.


πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν [p. 576]
ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
980Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων
κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
πόλιν δ᾽ ὁμοίαν Ἰλίῳ δυσδαίμονες
985δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην
σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς
τοὺς πρόσθ᾽ ἔδεθλον Ξουθίδας ᾠκηκότας.
γλήναις δ᾽ ἄγαλμα ταῖς ἀναιμάτοις μύσει,
στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην
990λεῦσσον φόνον τ᾽ ἔμφυλον ἀγραύλων λύκων,
ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξ
πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.


ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους
λίνου θ᾽ ἁλισμήκτοιο δειραίαν ἄκραν
995Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον,
δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι,
ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης
πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.
ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
1000πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ
τεύξει τράφηκι φοινίῳ τετμημένῳ. [p. 578]
Κροτωνιᾶται δ᾽ ἄστυ πέρσουσίν ποτε
Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην
Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
1005πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ
δάψουσι πρηνιχθέντες, οὐδ᾽ ἄτερ πόνων
πύργους διαρραίσουσι Λαυρήτης γόνοι.


οἱ δ᾽ αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς
Ὠκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,
1010ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.


τὸν δ᾽ αὖ τὰ δευτερεῖα καλλιστευμάτων
λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν
στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,
τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ
1015Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,
τῇ δ᾽ ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος
εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας
ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα.
ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον
1020Λακμωνίου πίνοντες Αἴαντος ῥοάς.
Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις
χῶρος 2 συνοίκους δέξεται Κόλχων Πόλαις,
μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς
Αἴας Κορίνθου τ᾽ ἀρχός, Εἰδυίας πόσις,
1025τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,
οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ. [p. 580]


ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας
πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων
ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
1030τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν
ἐπώνυμόν ποθ᾽ ὑστέρῳ χρόνῳ γράφων
κλεινόν θ᾽ ἵδρυμα παρθένου Λογγάτιδος,
Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.


Παπποκτόνος δ᾽ Ὀθρωνὸν οἰκήσει λύκος,
1035τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.
ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
1040δίκης ἐάσει τάρροθος Τελφουσία
Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.
ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην
δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν
πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών,
1045Πράκτιν παρ᾽ αὐτὴν αἰπὺ νάσσεται λέπας,
τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων.


δ᾽ Αὐσονείων ἄγχι Κάλχαντος τάφων, [p. 582]
δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων
ξένην ἐπ᾽ ὀστέοισιν ὀγχήσει κόνιν.
1050δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις
χρήσει καθ᾽ ὕπνον πᾶσι νημερτῆ φάτιν,
νόσων δ᾽ ἀκεστὴς Δαυνίοις κληθήσεται,
ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς
ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον
1055ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν.
ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θ᾽ ἕδη
μολόντες αἰτίζωσι κοιράνου γύας,
1060ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός.
τοὺς δ᾽ εἰς ἐρεμνὸν ζῶντας ὠμησταὶ τάφον
κρύψουσι κοίλης ἐν μυχοῖς διασφάγος.
τοῖς δ᾽ ἀκτέριστον σῆμα Δαυνῖται νεκρῶν
στήσουσι χωστῷ τροχμάλῳ κατηρεφές,
1065χώραν διδόντες, ἥν περ ἔχρῃζον λαβεῖν,
τοῦ κρατοβρῶτος παιδὸς ἄτρεστου κάπρου.


τῶν Ναυβολείων δ᾽ εἰς Τέμεσσαν ἐγγόνων
ναῦται καταβλώξουσιν, ἔνθα Λαμπέτης
Ἱππωνίου πρηῶνος εἰς Τηθὺν κέρας [p. 584]
1070σκληρὸν νένευκεν. ἀντὶ δὲ Κρίσης ὅρων
Κροτωνιᾶτιν ἀντίπορθμον αὔλακα
βοῶν ἀροτρεύσουσιν ὁλκαίῳ πτερῷ,
πάτραν Λίλαιαν κἀνεμωρείας πέδον
ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας.
1075Σήταια τλῆμον, σοὶ δὲ πρὸς πέτραις μόρος
μίμνει δυσαίων, ἔνθα γυιούχοις πέδαις
οἴκτιστα χαλκείῃσιν ὠργυιωμένη
θανῇ, πυρὶ φλέξασα δεσποτῶν στόλον,
ἔκβλητον αἰάζουσα Κράθιδος πέλας
1080τόργοισιν αἰώρημα φοινίοις δέμας.
σπιλὰς δ᾽ ἐκείνη σῆς φερώνυμος τύχης
πόντον προσαυγάζουσα φημισθήσεται.


οἱ δ᾽ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες
1085ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις
δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.


καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ
ἄνοστον αἰάζοντας ἕξουσιν τύχην
ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων


1090Οὐδ᾽ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους
εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
τοιαῖσδ᾽ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
1095στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι
λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι
πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς [p. 586]
κρύψει ποτ᾽ ἐν κλήροισι Μηδύμνης στέγος.


μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
1100ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου
ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
θερμὴν δ᾽ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
1105τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον.
οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,
λυπρὰν λεαίνης εἰσιδοῦσ᾽ οἰκουρίαν.
ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
1110ἐπεί με, πεύκης πρέμνον στύπος δρυὸς
ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
καὶ πᾶν λακίζουσ᾽ ἐν φοναῖς ψυχρὸν δέμας
δράκαινα διψὰς κἀπιβᾶσ᾽ ἐπ᾽ αὐχένος
1115πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς,
ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
βοῶσα δ᾽ οὐ κλύοντα δεσπότην πόσιν
θεύσω κατ᾽ ἴχνος ἠνεμωμένη πτεροῖς.
1120σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου
εἰς σπλάγχν᾽ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
κακὸν μίασμ᾽ ἔμφυλον ἀλθαίνων κακῷ.


ἐμὸς δ᾽ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,
1125τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών. [p. 588]
οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας
ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.
ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι
Σάλπης παρ᾽ ὄχθαις, οἵ τε Δάρδανον πόλιν
1130ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν.
κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν
ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι
τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,
μορφῆς ἔχοντας σίφλον μῶμαρ γένους,
1135ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας,
ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,
Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς
πεπαμέναι θρόνοισι φαρμακτηρίοις.
κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
1140ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι.


πένθος δὲ πολλαῖς παρθένων τητωμέναις
τεύξω γυναιξὶν αὖθις, αἳ στρατηλάτην
ἀθεσμόλεκτρον, Κύπριδος λῃστὴν θεᾶς,
δαρὸν στένουσαι, κλῆρον εἰς ἀνάρσιον
1145πέμψουσι παῖδας ἐστερημένας γάμων.
Λάρυμνα, καὶ Σπερχειέ, καὶ Βοάγριε,
καὶ Κῦνε, καὶ Σκάρψεια, καὶ Φαλωριάς,
καὶ Ναρύκειον ἄστυ, καὶ Θρονίτιδες
Λοκρῶν ἀγυιαί, καὶ Πυρωναῖαι νάπαι,
1150καὶ πᾶς Ὁδοιδόκειος Ἰλέως δόμος, [p. 590]
ὑμεῖς ἐμῶν ἕκατι δυσσεβῶν γάμων
ποινὰς Γυγαίᾳ τίσετ᾽ Ἀγρίσκᾳ θεᾷ,
τὸν χιλίωρον τὰς ἀνυμφεύτους χρόνον
πάλου βραβείαις γηροβοσκοῦσαι κόρας.
1155αἷς ἀκτέριστος ἐν ξένῃ ξέναις τάφος
ψάμμῳ κλύδωνος λυπρὸς ἐκκλυσθήσεται,
φυτοῖς ἀκάρποις γυῖα συμφλέξας ὅταν
Ἥφαιστος εἰς θάλασσαν ἐκβράσῃ σποδὸν
τῆς ἐκ λόφων Τράρωνος ἐφθιτωμένης.
1160ἄλλαι δὲ νύκτωρ ταῖς θανουμέναις ἴσαι
Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.
1165θεᾶς δ᾽ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον,
δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον
ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,
φάσγανον κελαινόν, ταυροκτόνον
1170στερρὰν κύβηλιν, Φαλακραῖον κλάδον,
μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
δῆμος δ᾽ ἀνατεὶ τὸν κτανόντ᾽ ἐπαινέσει,
τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
μῆτερ, δύσμητερ, οὐδὲ σὸν κλέος
1175ἄπυστον ἔσται, Περσέως δὲ παρθένος
Βριμὼ Τρίμορφος θήσεταί σ᾽ ἑπωπίδα [p. 592]
κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,
ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας
δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,
1180θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν.
ψευδήριον δὲ νησιωτικὸς στόνυξ
Πάχυνος ἕξει σεμνὸν ἐξ ὀνειράτων
ταῖς δεσποτείαις ὠλέναις ὠγκωμένον
ῥείθρων Ἑλώρου πρόσθεν ἐκτερισμένης:
1185ὃς δὴ παρ᾽ ἀκταῖς τλήμονος ῥανεῖ χοάς,
τριαύχενος μήνιμα δειμαίνων θεᾶς,
λευστῆρα πρῶτον οὕνεκεν ῥίψας πέτρον
Ἅιδῃ κελαινῶν θυμάτων ἀπάρξεται.


σὺ δ᾽, ξύναιμε, πλεῖστον ἐξ ἐμῆς φρενὸς
1190στερχθείς, μελάθρων ἕρμα καὶ πάτρας ὅλης,
οὐκ εἰς κενὸν κρηπῖδα φοινίξεις φόνῳ
ταύρων, ἄνακτι τῶν Ὀφίωνος θρόνων
πλείστας ἀπαρχὰς θυμάτων δωρούμενος.
ἀλλ᾽ ἄξεταί σε πρὸς γενεθλίαν πλάκα
1195τὴν ἐξόχως Γραικοῖσιν ἐξυμνημένην,
ὅπου σφε μήτηρ πάλης ἐμπείραμος
τὴν πρόσθ᾽ ἄνασσαν ἐμβαλοῦσα Ταρτάρῳ
ὠδῖνας ἐξέλυσε λαθραίας γονῆς,
τὰς παιδοβρώτους ἐκφυγοῦσ᾽ ὁμευνέτου
1200θοίνας ἀσέπτους, οὐδ᾽ ἐπίανεν βορᾷ
νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,
ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας [p. 594]
1205ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων,
ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας
ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν
1210σωτῆρ᾽, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ
πέρθοντι χώραν Τηνέρου τ᾽ ἀνάκτορα.
κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι
λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.


ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους
1215τοὐμὸν ταλαίνης πῆμα, πᾶς δ᾽ ἀνάστατος
ἔσται στρατηγῶν οἶκος. οὐ γάρ ἥσυχος
πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,
Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,
ψυδραῖσί τε ἔχθραν μηχαναῖς ἀναπλέκων.
1220ὃς οὔτε τέκνων φείσετ᾽ οὔτε συγγάμου
Μήδας δάμαρτος, ἠγριωμένος φρένας,
οὐ Κλεισιθήρας θυγατρός, ἧς πατὴρ λέχος
θρεπτῷ δράκοντι συγκαταινέσει πικρόν.
πάντας δ᾽ ἀνάγνοις χερσὶν ναῷ κτενεῖ,
1225λώβαισιν αἰκισθέντας Ὀγκαίου βόθρου.


γένους δὲ πάππων τῶν ἐμῶν αὖθις κλέος
μέγιστον αὐξήσουσιν ἄμναμοί ποτε,
αἰχμαῖς τὸ πρωτόλειον ἄραντες στέφος,
γῆς καὶ θαλάσσης σκῆπτρα καὶ μοναρχίαν
1230λαβόντες. οὐδ᾽ ἄμνηστον, ἀθλία πατρίς, [p. 596]
κῦδος μαρανθὲν ἐγκατακρύψεις ζόφῳ.
τοιούσδ᾽ ἐμός