Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 542]
νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
5δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
10βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
15καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.


ὣς μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης:
20πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη [p. 544]
αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
Ζεὺς μὲν ἀπ᾽ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης:
ἐκ δὲ Μελισσήεντος ἀπ᾽ εὐόδμου Ἑλικῶνος
Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων:
2539 χρυσείοις 1 δ᾽ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.
τὸν δὲ μεθ᾽ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
οὐδ᾽ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη
ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
30καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.
καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος
35Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.
οἷος δ᾽ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων
ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
μειδιόων ἐχόρευεν. ἔριν δ᾽ ἀγέραστον ἐάσας
40οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.


δ᾽ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα:
τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
45πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
πολλάκι δ᾽ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
ἵστατο καὶ παλίνορσος ἐφέζετο: χειρὶ δὲ γαίης
οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην: [p. 546]
ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
50ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
Ἡφαίστῳ δ᾽ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
55καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν:
ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
ἤδη δ᾽ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων:
60ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
ἐς θαλίην ἔρριψε, χορὸν δ᾽ ὤρινε θεάων.
Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
65ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι:
πασάων δ᾽ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων:
Ἥρη δ᾽ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
70τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα:
εἴ τινά που Ξάνθοιο παρ᾽ Ἰδαίοιο ῥεέθροις
παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
Τροίης βουκολέοντα κατ᾽ οὔρεα, τέκνον, ἀκούεις,
κείνῳ μῆλον ὄπαζε: διακρίνειν δὲ θεάων [p. 548]
75κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
ὣς μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων:
αὐτὰρ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
80εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
λαὶ περόνην θυόεντα 2 διαστήσασα κομάων
χρυσῷ μὲν πλοκάμους, χρυσῷ δ᾽ ἐστέψατο χαίτην.
85τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα:
ἐγγὺς ἀγών, φίλα τέκνα: περιπτύξασθε τιθήνην.
σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων:
δειμαίνω, τίνι μῆλον βουκόλος οὗτος ὀπάσσει.
Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
90φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν:
καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην:
μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
95ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
100οἱ δ᾽ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα. [p. 550]
105ποιμαίνων δ᾽ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων:
καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
110ποιμενίη δ᾽ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν:
πολλάκι δ᾽ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων:
115ἔνθεν ἔχων σύριγγα κατ᾽ ἤθεα καλὰ νομήων
Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν:
οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
μούνη δ᾽ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
120ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
κεκλιμένοι βαρύγουνον ἐπ᾽ ἰσχίον εὐνάζοντο.
ὣς μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
δειμαίνων δ᾽ ἀνόρουσε, θεῶν δ᾽ ἀλέεινεν ὀπωπήν:
125καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς:
γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων:
130δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
τοῖον ἀνηΰτησεν: δ᾽ ἤπιον ὄμμα τανύσσας
ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
135χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης [p. 552]
καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη:
δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
140καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν:
δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
145πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
ὣς μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
τοῖα δ᾽ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη:
εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
150ἔργα μόθων ἀθέριζε: τί γὰρ πολέμων βασιλῆι;
κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης:
ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
155 δ᾽ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
χειρὶ δ᾽ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα:
160δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
ἔργα μόθων οὐκ οἶδα: τί γὰρ σακέων Ἀφροδίτῃ;
ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω, [p. 554]
165ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων:
νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
οὔπω μῦθος ἔληγεν, δ᾽ ἀγλαὸν ὤπασε μῆλον,
ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
170χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην:
εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
φασί σε, μῆτερ Ἄρηος, ὑπ᾽ ὠδίνεσσιν ἀέξειν
175ἠυκόμων Χαρίτων ἱερὸν χορόν: ἀλλά σε πᾶσαι
σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη:
οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
180οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
185καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
κεκριμένων μελέων οὔτ᾽ ἄρσενες οὔτε γυναῖκες;
190τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
ὣς μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς [p. 556]
Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην:
ἱμείρων δ᾽ ὑπ᾽ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
195ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
200αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
νῆας δ᾽ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
205ἔπλεεν Ἑλλήσποντον ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
εἶθαρ ἀμιχθαλόεντος ἀπ᾽ ἠέρος ὄμβρον ἱεῖσα,
210ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
αἶψα δὲ Θρηικίοιο μετ᾽ οὔρεα Παγγαίοιο
Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον [p. 558]
215καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
220ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
ἔνθεν ἀνερχομένοιο παρ᾽ εἰαμενὰς Ἐρυμάνθου
Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
κεκλιμένην ἐνόησεν ἐπ᾽ Εὐρώταο ῥεέθροις.
225ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
καὶ χθονὸς εὐκόλποισιν ἐπ᾽ ἠιόνεσσι βαλόντες
230πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
αὐτὰρ χιονέοιο λοεσσάμενος ποταμοῖο
ᾤχετο φειδομένοισιν ἐπ᾽ ἴχνεσιν ἴχνος ἐρείδων,
μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
235ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
240ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ [p. 560]
κυσαμένη καὶ τοῦτον ἀνήγαγεν: αὐτὰρ Ἀπόλλων
245οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
ἤδη δ᾽ ἀγχιδόμοισιν ἐπ᾽ Ἀτρείδαο μελάθροις
250ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη:
ἱλήκοις, Διόνυσε: καὶ εἰ Διός ἐσσι γενέθλης,
καλὸς ἔην καὶ καὶ κεῖνος ἐπ᾽ ἀγλαΐῃσι προσώπων.
δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
255ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
ἀργυρέης ἐπέτελλε: κόρον δ᾽ οὐκ εἶχεν ὀπωπῆς
260ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
κοῦρον ὀπιπεύειν θαλαμηπόλονὀψὲ δ᾽ ἀνέγνω,
ὡς οὐκ ἔστιν Ἔρως: βελέων δ᾽ οὐκ εἶδε φαρέτρην
πολλάκι δ᾽ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα:
265ἀλλ᾽ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν:
ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι, [p. 562]
270ἀλλὰ τεὴν οὐκ οἶδα παρ᾽ Ἀργείοισι γενέθλην.
πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην:
οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
Ἀντίλοχον δεδάηκα, τεὴν δ᾽ οὐκ εἶδον ὀπωπὴν
οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν:
275οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη:
αὐτὰρ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας:
280εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων:
εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης:
ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
285εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
εἰμὶ δὲ Δαρδανίδης: δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
καὶ ἀπ᾽ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες:
ὧν μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
290τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων:
καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
295νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει:
μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς. [p. 564]
300οὐκ ἐρέω: τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης:
οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δ᾽ ἐγένοντο γυναῖκες.
305ἔννεπεν: δ᾽ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν:
ἀτρεκέως, ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
310ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
315ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ:
τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
νὺξ δέ, πόνων ἄμπαυμα μετ᾽ ἠελίοιο κελεύθους,
ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
320ἀρχομένην: δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
τὴν μὲν ἀληθείηςκεράων ἀπελάμπετο κόσμος
ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
αὐτὰρ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
325ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
κυδιόων δ᾽ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.


Ἑρμιόνη δ᾽ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης, [p. 566]
330πολλάκι δ᾽ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν:
παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
335ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
ἀγρόμεναι δ᾽ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες:
τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
νοστήσει παλίνορσος: ἔτι κλαίουσα νοήσεις.
340οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
345ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
ᾤχετο καὶ δήθυνεν ἐπ᾽ Εὐρώταο ῥεέθροις.
τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη:
οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
350ἐς ῥόδον, ἐς λειμῶνα: τί μοι φθέγγεσθε, γυναῖκες;
ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει:
ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δ᾽ οὔρεα ναίεις;
πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
355θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
360σὸν δέμας οὐκ ἐνόησα: καὶ οὐ νεμεσίζομαι ὕλῃ. [p. 568]
μὴ διεροῖς στονόεντος ἐπ᾽ Εὐρώταο ῥεέθροις
νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
365ὣς μὲν στενάχιζεν: ἀνακλίνουσα δὲ δειρὴν
ὕπνον ἔπνει, θανάτοιο συνέμπορον: γὰρ ἐτύχθη
ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
370πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα:
χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
375κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
οὕτω καλλικόμοιο μεθ᾽ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη:
τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ:
380 χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
ἔννεπεν. δ᾽ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ:
ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ:
385χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.


ὣς μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης [p. 570]
390Δαρδανίης λιμένεσσιν νυμφίος ἤγαγε νύμφην.
πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δ᾽ ἔρριψε καλύπτρην
Κασσάνδρη νεόφοιτον ἀπ᾽ ἀκροπόληος ἰδοῦσα.
Τροίη δ᾽ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.

1 Il. 39, 40 sere transposed to precede 25 by Graefe.

2 So inferior MSS., making quo/enta feminine; ptero\n (??)qunqe/nta *m.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: