[17]
λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν ᾖ,
τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεττοὶ ἔστωσαν. κατακείσθω
ὅπου ἂν τύχῃ ἕκαστος: ἀξίωμα ἢ γένος ἢ πλοῦτος
ὀλίγον συντελείτω ἐς προνομήν. οἴνου τοῦ αὐτοῦ
πίνειν ἅπαντας: μηδ᾽ ἔστω πρόφασις τῷ πλουσίῳ ἢ στομάχου
ἢ κεφαλῆς ὀδύνη, ὡς μόνον δι᾽ αὐτὴν πίνειν τοῦ
[p. 311]
κρείττονος. μοῖρα χρεῶν κατ᾽ ἴσον ἅπασιν: οἱ διάκονοι
πρὸς χάριν μηδενὶ μηδέν, ἀλλὰ μηδὲ βραδυνέτωσαν μηδὲ
παραπετέσθωσαν ἔστ᾽ ἂν αὐτοῖς δοκῇ, ὁπόσα χρὴ ἀποφέρειν. [p. 400]
μηδὲ τῷ μὲν μεγάλα, τῷ δὲ κομιδῇ μικρά παρατιθέσθω,
μηδὲ τῷ μὲν ὁ μηρός, τῷ ἡ γνάθος συός,
ἀλλ᾽ ἰσότης ἐπὶ πᾶσιν.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.