[10]
πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων,
ὦ Λυκῖνε, περὶ τὰς ἀποδόσεις: ἐπεὶ τούς γε ἄλλους, οἷς
δανείζει, πολλοὺς ὄντας, οὐδὲν τοιοῦτό πω διατέθεικεν:
ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν τοὺς τόκους.
Λυκῖνος
τί δαί, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει
τι αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι τῶν
ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ;
Ἑρμότιμος
οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ
τοιαῦτα ἐσπούδακεν; ἀλλ᾽ ἔστιν αὐτῷ παιδία νεογνά, ὧν
κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι.
Λυκῖνος
δέον, ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ
[p. 341]
τὴν ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρονοῦντες.
Ἑρμότιμος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.