next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυκῖνος

οὐκ ἐγὼ ᾿λέγον ὅτι θᾶττον τοὺς γῦπας
ἕωλος νεκρὸς ἐν φανερῷ κείμενος θέαμά τι τῶν
παραδόξων Τιμόλαον διαλάθοι, κἂν εἰς Κόρινθον δέοι
ἀπνευστὶ θέοντα ἀπιέναι διὰ τοῦτο; οὕτω φιλοθεάμων
σύ γε καὶ ἄοκνος τὰ τοιαῦτα.

Τιμόλαος

τί γὰρ ἔδει καὶ ποιεῖν, Λυκῖνε,
σχολὴν ἄγοντα πυθόμενον οὕτως ὑπερμεγέθη ναῦν καὶ
πέρα τοῦ μέτρου ἐς τὸν Πειραιᾶ καταπεπλευκέναι μίαν
τῶν ἀπ᾽ Αἰγύπτου εἰς Ἰταλίαν σιταγωγῶν; οἶμαι δὲ καὶ
σφώ, σέ τε καὶ Σάμιππον τουτονί, μὴ κατ᾽ ἄλλο τι ἐξ
ἄστεος ἥκειν ὀψομένους τὸ πλοῖον.

Λυκῖνος

νὴ Δία, καὶ Ἀδείμαντος Μυρρινούσιος εἵπετο
μεθ᾽ ἡμῶν, ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπου νῦν ἐκεῖνός ἐστιν
ἀποπλανηθεὶς ἐν τῷ πλήθει τῶν θεατῶν: ἄχρι μὲν γὰρ
τῆς νεὼς ἅμα ἤλθομεν καὶ ἀνιόντες ἐς αὐτὴν σὺ μέν, οἶμαι,
Σάμιππε, προῄεις, μετὰ σὲ δὲ Ἀδείμαντος ἦν,
εἶτ᾽ ἐγὼ μετ᾽ ἐκεῖνον ἐχόμενος αὐτοῦ ἀμφοτέραις, καί
με διὰ τῆς ἀποβάθρας ὅλης παρέπεμψε χειραγωγῶν ὑποδεδεμένον
ἀνυπόδητος αὐτὸς ὤν, τὸ ἀπὸ τούτου δὲ οὐκέτι
αὐτὸν εἶδον οὔτε ἔνδον οὔτε ἐπεὶ κατεληλύθαμεν.

Σάμιππος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: