previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἐνενόουν,
εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου
τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστ᾽ ἂν ὑμεῖς προχωρήσητε,
ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς: πολὺ γὰρ
ἄμεινον τοῖς ναύταις προσλαλεῖν ὑφ᾽ ὑμῶν καταγελᾶσθαι.

Λυκῖνος

μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ ὑποστάντες.

Ἀδείμαντος

ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών.

Λυκῖνος

οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν: μὴ
γὰρ οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι
μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ οὐκ αἰτήσομεν
παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους ἀκμῆτες δύνασθαι
νεῖν; καίτοι πρῴην καὶ ἐς Αἴγιναν ἐπὶ τὴν τῆς
Ἐνοδίας τελετὴν οἶσθα ἐν ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα
οἱ φίλοι τεττάρων ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν
ἐδυσχέραινες ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς,
εἰ συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν
ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, Ἀδείμαντε, καὶ ἐς τὸν κόλπον
οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν ναυκληρεῖς. οὕτως [p. 220]
ἐπῆρέ σε καὶ οἰκία ἐν καλῷ τῆς πόλεως οἰκοδομηθεῖσα
καὶ τῶν ἀκολούθων τὸ πλῆθος. ἀλλ᾽ ὦγαθέ, πρὸς τῆς
Ἴσιδος κἂν τὰ Νειλῶα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο
ἡμῖν ἄγειν ἀπ᾽ Αἰγύπτου μύρον ἀπὸ τοῦ Κανώπου
ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ναῦς ἐδύνατο, καὶ τῶν πυραμίδων μίαν.

Τιμόλαος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: