previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] ἀλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω, Ἑρμῆ, βαρύν τε ὄντα καὶ λάσιον, ὡς ὁρᾶς: πέντε μναῖ τριχῶν εἰσι τοὐλάχιστον.

Ἑρμῆς
εὖ λέγεις: ἀπόθου καὶ τοῦτον.

φιλόσοφος
καὶ τίς ἀποκείρων ἔσται;

Ἑρμῆς
Μένιππος οὑτοσὶ λαβὼν πέλεκυν τῶν ναυπηγικῶν ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρησάμενος.

Μένιππος
οὔκ, Ἑρμῆ, ἀλλὰ πρίονά μοι ἀνάδος: γελοιότερον γὰρ τοῦτο.

Ἑρμῆς
πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν.

Μένιππος
βούλει μικρὸν ἀφέλωμαι καὶ τῶν ὀφρύων;

Ἑρμῆς
μάλιστα: ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας ἐπῆρκεν, οὐκ οἶδα ἐφ᾽ ὅτῳ ἀνατείνων ἑαυτόν. τί τοῦτο; καὶ δακρύεις, κάθαρμα, καὶ πρὸς θάνατον ἀποδειλιᾷς; ἔμβηθι δ᾽ οὖν.

Μένιππος
ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει.

Ἑρμῆς
τί, Μένιππε;

Μένιππος
κολακείαν, Ἑρμῆ, πολλὰ χρησιμεύσασαν αὐτῷ ἐν τῷ βίῳ. [p. 153]

φιλόσοφος
οὐκοῦν καὶ σύ, Μένιππε, ἀπόθου τὴν ἐλευθερίαν καὶ παρρησίαν καὶ τὸ ἄλυπον καὶ τὸ γενναῖον καὶ τὸν γέλωτα: μόνος γοῦν τῶν ἄλλων γελᾷς.

Ἑρμῆς
μηδαμῶς, ἀλλὰ καὶ ἔχε ταῦτα, κοῦφα γὰρ καὶ πάνυ εὔφορα ὄντα καὶ πρὸς τὸν κατάπλουν χρήσιμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: