4.
Ποσειδῶν
μανθάνω: ὑπ᾽ ἐκείνοις ἔλαθον ὑπεξελθόντες:
σὲ δὲ τοὺς ἄλλους Κύκλωπας ἔδει ἐπιβοήσασθαι ἐπ᾽ αὐτόν.
Κύκλωψ
συνεκάλεσα, ὦ πάτερ, καὶ ἧκον: ἐπεὶ δὲ
[p. 120]
ἤροντο τοῦ ἐπιβουλεύοντος τοὔνομα κἀγὼ ἔφην ὅτι Οὐτίς
[294]
ἐστι, μελαγχολᾶν οἰηθέντες με ᾤχοντο ἀπιόντες. οὕτω
κατεσοφίσατό με ὁ κατάρατος τῷ ὀνόματι. καὶ ὃ μάλιστα
ἠνίασέ με, ὅτι καὶ ὀνειδίζων ἐμοὶ τὴν συμφοράν,
Οὐδὲ ὁ πατήρ, φησίν, ὁ Ποσειδῶν ἰάσεταί σε.
Ποσειδῶν
θάρρει, ὦ τέκνον: ἀμυνοῦμαι γὰρ αὐτόν,
ὡς μάθῃ ὅτι, καὶ εἰ πήρωσίν μοι ὀφθαλμῶν ἰᾶσθαι ἀδύνατον,
τὰ γοῦν τῶν πλεόντων τὸ σώζειν αὐτοὺς καὶ
ἀπολλύναι ἐπ᾽ ἐμοί ἐστι: πλεῖ δὲ ἔτι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

