previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑρμῆς
Ἥλιε, μὴ ἐλάσῃς τήμερον, Ζεύς φησι, μηδὲ αὔριον μηδὲ ἐς τρίτην ἡμέραν, ἀλλὰ ἔνδον μένε, καὶ τὸ μεταξὺ μία τις ἔστω νὺξ μακρά: ὥστε λυέτωσαν μὲν αἱ Ὧραι αὖθις τοὺς ἵππους, σὺ δὲ σβέσον τὸ πῦρ καὶ ἀνάπαυε διὰ μακροῦ σεαυτόν.

Ἥλιος
καινὰ ταῦτα, Ἑρμῆ, καὶ ἀλλόκοτα ἥκεις παραγγέλλων. ἀλλὰ μὴ παραβαίνειν τι ἔδοξα ἐν τῷ δρόμῳ καὶ ἔξω ἐλάσαι τῶν ὅρων, κᾆτά μοι ἄχθεται καὶ τὴν νύκτα τριπλασίαν τῆς ἡμέρας ποιῆσαι διέγνωκεν;

Ἑρμῆς
οὐδὲν τοιοῦτον, οὐδὲ ἐς ἀεὶ τοῦτο ἔσται: δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα. [p. 88]

Ἥλιος
ποῦ δὲ καὶ ἔστιν πόθεν ἐξεπέμφθης ἀγγελῶν ταῦτά μοι;

Ἑρμῆς
ἐκ Βοιωτίας, Ἥλιε, παρὰ τῆς Ἀμφιτρύωνος, σύνεστιν ἐρῶν αὐτῆς.

Ἥλιος
εἶτα οὐχ ἱκανὴ νὺξ μία;

Ἑρμῆς
οὐδαμῶς: τεχθῆναι γάρ τινα δεῖ ἐκ τῆς ὁμιλίας ταύτης μέγαν καὶ πολύαθλον θεόν: τοῦτον οὖν ἐν μιᾷ νυκτὶ ἀποτελεσθῆναι ἀδύνατον.

Ἥλιος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: