previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ἐμάνη ἄνθρωπος μέθη τις ἦν καὶ παροινία τὸ πρᾶγμα;

Παρθενίς
ζηλοτυπία τις, Κοχλί, καὶ ἔρως ἔκτοπος: Κροκάλη δέ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσαράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινά γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προς2ιεμένη ἔπινε μετ᾽ αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν παρ᾽ αὐτοῖς. ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων. γεωργὸς δὲ ἤδη ἀνίστατο ὀρχησόμενος, Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα: ἐν τοσούτῳ δὲ κτύπος ἠκούετο καὶ βοὴ καὶ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπαισαν ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ Μεγαρεὺς ἐν αὐτοῖς. εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος: Κροκάλη δὲ οὐκ οἶδ᾽ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα: [p. 324] ἐμὲ δὲ ῥαπίσας Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας. καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ: ἀπέρχεται δὲ καὶ γεωργὸς ὀψόμενός τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.

Κοχλίς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: