previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] μανθάνω τὴν ἀπάτην: οὔτε πάντα Λεσβία, Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίω. πλὴν μάτην γε ἐταράχθητε οὔτε γα χρ παρ᾽ [p. 238] ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ᾽ ὑμῶν: ἔφη γάρ, Πάμφιλε, μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Αρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην: εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν Δωρὶς ὕστερον εἶδεν. εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν κατεστεφανωμένη: εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.

Μύρτιον
Ἀπέσωσας, Πάμφιλε: ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.

Πάμφιλος
ἀλλ᾽ οὐκ ἂν ἐγένετο, μηδ᾽ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: