previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] κατεφίλουν με τὸ πρῶτον ὥσπερ οἱ ἄνδρες, οὐκ αὐτὸ μόνον προσαρμόζουσαι τὰ χείλη, ἀλλ᾽ ὑπανοίγουσαι τὸ στόμα, καὶ περιέβαλλον καὶ τοὺς μαστοὺς ἀπέθλιβον: Δημώνασσα δὲ καὶ ἔδακνε μεταξὺ καταφιλοῦσα: ἐγὼ δὲ οὐκ εἶχον εἰκάσαι τι τὸ πρᾶγμα εἴη. χρόνῳ δὲ Μέγιλλα ὑπόθερμος ἤδη οὖσα τὴν μὲν πηνήκην ἀφείλετο τῆς κεφαλῆς, ἐπέκειτο δὲ πάνυ ὁμοία καὶ προσφυής, καὶ ἐν χρῷ ὤφθη αὐτὴ καθάπερ οἱ σφόδρα ἀνδρώδεις τῶν ἀθλητῶν ἀποκεκαρμένη: κἀγὼ ἐταράχθην ἰδοῦσα. δέ, Λέαινα, φησίν, ἑώρακας ἤδη [p. 291] οὕτω καλὸν νεανίσκον; ἀλλ᾽ οὐχ ὁρῶ γε, ἔφην ἐγώ, νεανίσκον ἐνταῦθα, Μέγιλλα. μή με καταθήλυνε, ἔφη, Μέγιλλος γὰρ ἐγὼ λέγομαι καὶ γεγάμηκα πρόπαλαι ταύτην τὴν Δημώνασσαν, καὶ ἔστιν ἐμὴ γυνή. ἐγέλασα, Κλωνάριον, ἐπὶ τούτῳ καὶ ἔφην, Οὐκοῦν σύ, Μέγιλλε, ἀνήρ τις ὢν ἐλελήθεις ἡμᾶς, καθάπερ τὸν Ἀχιλλέα φασὶν ἐν ταῖς παρθένοις κρυπτόμενον ταῖς ἁλουργίσι; καὶ ὅπερ οἱ ἄνδρες; ἐκεῖνο μέν ἔφη, Λέαινα, οὐκ ἔχω: δέομαι δὲ οὐδὲ πάνυ αὐτοῦ: ἴδιον δέ τινα τρόπον ἡδίω παρὰ πολὺ ὁμιλοῦντα ὄψει με. ἀλλὰ μὴ Ἑρμαφρόδιτος εἶ, ἔφην, οἷοι πολλοὶ εἶναι λέγονται ἀμφότερα ἔχοντες; ἔτι γὰρ ἠγνόουν, Κλωνάριον, τὸ πρᾶγμα. οὔ, φησίν, ἀλλὰ τὸ πὰν ἀνήρ εἰμι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: