previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] τὴν μνᾶν λέγεις;

Κρωβύλη
οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ θεραπαίνας.

Κόρινανα
πῶς ἔφης, μῆτερ, τί λέγεις;

Κρωβύλη
συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετ᾽ αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ.

Κόρινανα
καθάπερ Δαφνίδος θυγάτηρ Λύρα;

Κρωβύλη
ναί.

Κόρινανα
ἀλλ᾽ ἐκείνη ἑταίρα ἐστίν.

Κρωβύλη
οὐδὲν τοῦτο δεινόν: καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις. τί ἐδάκρυσας, Κόριννα; οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδαστοί εἰσιν αἱ ἑταῖραι καὶ ὅρα χρήματα λαμβάνουσι; τὴν Δαφνίδα γοῦν ἐγὼ οἶδα, φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν [p. 294] ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην: ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.

Κόρινανα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: