previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] Παῦσαι πρὸς τῆς Ἀθηνᾶς: ἀλλ̓ εἰπέ τι
τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν.

Λυκῖνος

Καὶ πῶς ἄν μάθοις;

σολοικιστής

Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας
ἐμὲ λαθεῖν καὶ παῤ τι ἕκαστον σεσολοίκισται.

Λυκῖνος

Μηδαμῶς, ἄριστε: μακρὸν γὰρ ἢν ποιήσαιμεν
τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι
καθ̓ ἕκαστον αὐτῶν πυνθάνεσθαι: νῦν δὲ ἕτεῤ ἄττα
ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα
μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν: ὀρθῶς φαίνεται ῥηθὲν
μετὰ τοῦ ἕτερα συντιθέμενον: μὴ γὰρ οὕτως ἄλογον
ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ
μὴ οὕτω λέγοιμι, ἀλλ̓ εἰς σέ, φαίην ἴδιον. [p. 409]

σολοικιστής

Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.

Λυκῖνος

Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν
ἤτοι πληγαῖς δεσμοῖς καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ,
ὅταν εἴς τι τῶν σῶν γίγνηται ὕβρις: καὶ γὰρ ὅστις γυναῖκα [p. 581]
φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων
οὕτως ἔχει σοι: ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται,
οἷον ἐς τὴν παροιμίαν, ὡς Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.

σολοικιστής

Κατανοῶ τὸ διάφορον.

Λυκῖνος

Ἆῤ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά
ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;

σολοικιστής

Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν
λέγει, τί σοι δόξει λέγειν;

σολοικιστής

Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.

Λυκῖνος

Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ
ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται,
τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;

σολοικιστής

Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον
ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ̓ ἐναλλάττειν ποτὲ
μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.

Λυκῖνος

Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν,
τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ [p. 582]
σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ
ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως
δὲ καὶ ἀκριβοῦται παρά τισί: βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.

σολοικιστής

Ὀρθῶς γὰρ λέγεις.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: