previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εὖτε δὲ παρέπλωον τὴν χώρην τὴν Ἰχθυοφάγων, λόγον ἀκούουσι περὶ νήσου τινός κέεται μὲν ἀπέχουσα [p. 40] τῆς ταύτῃ ἠπείρου σταδίους ἐς ἑκατόν, ἐρήμη δέ ἐστιν οἰκητόρων. [2] ταύτην ἱρὴν Ἡλίου ἔλεγον εἶναι οἱ ἐπιχώριοι καὶ Νόσαλα καλέεσθαι, οὐδέ τινα ἀνθρώπων καταίρειν ἐθέλειν ἐς αὐτήν: ὅστις δὲ ἂν ἀπειρίῃ προσσχῇ, γίνεσθαι ἀφανέα. [3] ἀλλὰ λέγει Νέαρχος κέρκουρόν σφιν ἕνα πλήρωμα ἔχοντα Αἰγυπτίων οὐ πόρρω τῆς νήσου ταύτης γενέσθαι ἀφανέα, καὶ ὑπὲρ τούτου τοὺς ἡγεμόνας τοῦ πλόου ἰσχυρίζεσθαι ὅτι ἄρα κατάραντες ὑπ᾽ ἀγνοίης ἐς τὴν νῆσον γένοιντο ἀφανέες. [4] Νέαρχος δὲ πέμπει κύκλῳ περὶ τῆν νῆσον τριηκόντορον, κελεύσας μὴ κατασχεῖν μὲν ἐς τὴν νῆσον, ἐμβοᾶν δὲ τοῖς ἀνθρώποις ὡς μάλιστα ἐν χρῷ παραπλώοντας, καὶ τὸν κυβερνήτην οὐνομάζοντας καὶ ὅτου ἄλλου οὐκ ἀφανὲς τὸ οὔνομα. [5] ὡς δὲ οὐδένα ὑπακούειν, τότε δὴ αὐτὸς λέγει πλῶσαι ἐς τὴν νῆσον, καὶ κατασχεῖν προσαναγκάσαι τοὺς ναύτας οὐκ ἐθέλοντας, καὶ ἐκβῆναι αὐτὸς καὶ ἐλέγξαι κενὸν μῦθον ἐόντα τὸν περὶ τῇ νήσῳ λόγον. [6] ἀκοῦσαι δὲ καὶ ἄλλον λόγον λεγόμενον, οἰκῆσαι τὴν νῆσον ταύτην μίαν τῶν Νηρηίδων: τὸ δὲ οὔνομα οὐ λέγεσθαι τῆς Νηρηίδος. ταύτῃ δὲ ὅστις πελάσειε, τούτῳ δὲ συγγίνεσθαι μέν, ἰχθὺν δὲ αὐτὸν ἐξ ἀνθρώπου ποιέουσαν ἐμβάλλειν ἐς τὸν πόντον. [7] ἥλιον δὲ ἀχθεσθέντα τῇ Νηρηίδι κελεύειν μετοικίζεσθαι αὐτὴν ἐκ τῆς νήσου: τὴν δὲ ὁμολογέειν μὲν ὅτι ἐξοικισθήσεται, δέεσθαι δέ οἱ τὸ πάθημα παυθῆναι, καὶ τὸν Ἥλιον ὑποδέξασθαι: [8] τοὺς δὲ σὴ ἀνθρώπους οὕστινας ἰχθύας ἐξ ἀνθρώπων ἐπεποιήκει κατελεήσαντα ἀνθρώπους αὖθις ἐξ ἰχθύων ποιῆσαι, καὶ ἀπὸ τούτων τῶν Ἰχθυοφάγων τὸ γένος καὶ ἐς Ἁλέξανδρον κατελθεῖν. [9] καὶ ταῦτα ὅτι ψεύδεα ἐξελέγχει Νέαρχος, οὐκ ἐπαινέω αὐτὸν ἔγωγε τῆς σχολῆς τε καὶ σοφίης, οὔτε κάρτα χαλεπὰ ἐξελεγχθῆναι ἐόντα, ταλαίπωρόν τε ἐὸν γινώσκων [p. 41] τοὺς παλαιοὺς λόγους ἐπιλεγόμενον ἐξελέγχειν ἐόντας ψευδέας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: