Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χρὴ δὲ ὅστις κύνας ἀγαθὰς ἔχει μήτε ἐγγύθεν ἐπιλύειν
τῷ λαγῷ μήτε πλείους δυοῖν: καὶ γὰρ εἰ πάνυ
ὠκὺς τύχοι καὶ πολλὰς πολλάκις κύνας διαπεφευγώς, ἀλλά γε ἐξ εὐνῆς ἀνιστάμενον καὶ σὺν βοῇ ἐπικειμένων
ἐκπλαγῆναι ἀνάγκη καὶ πατάσσειν αὐτῷ τὴν
καρδίαν. καὶ ἐν τούτῳ πολλάκις γενναῖοι λαγῲ ἀκλεῶς
ἀπώλοντο, μηδὲν μήτε δράσαντες μήτε ἀποδειξάμενοι
μνήμης ἄξιον. ἐᾶν δὴ ὑπεκφυγεῖν ἀπὸ τῆς εὐνῆς καὶ ἀναθαρρῆσαι.
[2]
ὃ δέ, εἰ τύχοι δρομικός, ἐπαρεῖ
εὐθὺς τὰ ὦτα καὶ μεγάλα ἀπὸ τῆς εὐνῆς πηδήσεται: οἳ
δὲ διαρρίψαντες τὰ μέλη, καθάπερ οἱ σκιρτῶντες,
ἀπευθυνοῦσιν τὸν δρόμον. καὶ τότε ἄρα ἐστὶν τὸ
θέαμα ἄξιον τῶν πόνων, ὅσους ἐπὶ ταῖς κυσὶν πονεῖν ἀνάγκη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.