Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἀλλ᾽ ἐάσαντα παραμεῖψαι τὸν λαγῶ ἐκ τοὺ πλαγίου
χρὴ ἐφιέναι. ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ,
πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ
ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς
κάλλος κυνηγετοῦντι, ἀλλ᾽ ὅτι πονηρὸν μάθημα κυνὶ
γενναίᾳ, λαγὼ ἐσθίειν. καὶ ἤδη πολλαὶ κύνες οὕτω
διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν,
ἔπειτα πνιγεῖσαι ἀπώλοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.