previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ τοίνυν ἀριθμὸς εἴη τῶν ἱππέων ἐς ὅσον ὑπεθέμεθα, ἀποδεόντων τῶν τε ὁπλιτῶν καὶ τοῦ τῶν ψιλῶν [p. 119] πλήθους, εἴη ἂν ἐς τετρακισχιλίους καὶ ἓξ καὶ ἐνενήκοντα ἱππέας. [2] ἴλην δ᾽ ἑκάστην ἐποίουν ἐκ τοσοῦδε ἀριθμοῦ ἑξήκοντα καὶ τεσσάρων ἱππέων, καὶ ἰλάρχους τοὺς ἐφ᾽ ἑκάστῃ ἴλῃ τεταγμένους. αἱ δὲ δύο ἶλαι ἐπιλαρχία αὐτοῖς ὠνομάζετο, καὶ ἦν ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν ἱππέων: αἱ δὲ δύο ἐπιλαρχίαι ταραντιναρχία, [3] ἓξ καὶ πεντήκοντα ἱππέων ἐπὶ τοῖς διακοσίοις: αἱ δὲ δύο ταραντιναρχίαι ἱππαρχία, δώδεκα καὶ πεντακοσίων ἱππέων, ἥντινα Ῥωμαῖοι ἴλην καλοῦσιν: [4] αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρχία, τεσσάρων καὶ εἴκοσιν ἀνδρῶν καὶ χιλίων: τέλος δὲ αἱ δύο ἐφιππαρχίαι, ὀκτὼ καὶ τεσσαράκοντα καὶ δισχιλίων: τὰ δὲ δύο τέλη ἐπίταγμα ἤδη ὠνόμαζον, ἓξ καὶ ἐνενήκοντα καὶ τετρακισχιλίων. τὸ δὲ τῶν ἁρμάτων καὶ τῶν ἐλεφάντων τὰς τε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: