previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ κατὰ ζυγά. τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, δὲ Λάκων, δὲ Κρητικὸς ὀνομάζεται: τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον. [2] Μακεδὼν μὲν οὖν ἐστιν μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν: Λάκων δὲ μεταλαμβάνων τῆς φάλαγγος τὸν [3] ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς [4] φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δ᾽ ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθ᾽ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. [5] οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, [p. 122] καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτελέσαι καρτερόν: ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς. [6] εἰ δὲ μὴ παρέχοι κατὰ μείζω μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίσσουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: