Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπελάσαντες ἐν τάξει αὖ ἵστανται ἐπὶ δεξιᾷ τοῦ βήματος,
καθάπερ οἱ ἄλλοι ἐν ἀριστερᾷ, καὶ οἱ δύο ἱππῆς
διέχοντες ἀπὸ τοῦ κέρως τῆς προβολῆς τὸ ἴσον ἵστανται,
καὶ αὖ οἱ μεταξὺ αὐτοῖν τε τούτοιν καὶ τῆς πάσης τάξεως
ἐκθέοντες ἐς τὸν αὐτὸν τρόπον ἐξακοντίζουσιν ἐς τοὺς
παριππεύοντας. ἔνθα δὴ ὅ τι περ κράτιστον τῶν ἱππέων
ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.