Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν,
[p. 134]
τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίγνεται, καὶ τῶν
θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν
δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως
αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα
ὥσπερ ἐν τροχοῦ περιδινήσει ὁμοῦ μὲν ἐξηκόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν τὸ λειφθέν, καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα
ἐξηκόντισεν. ἥ τε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου
αὐτοῦ τοῦ ἱππέως ἀεὶ εὐσχήμων καὶ ὀρθὴ ἐν τῷ ἀκροβολισμῷ
σῴζεται, καὶ ταύτῃ μᾶλλον, ὅτι ἐπελαυνόντων ὁρᾶται
καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμπές καὶ ὅπως
ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις γίγνονται τῶν
ἱππέων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.