previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὶς δὲ ἀμείψαντες τὰς τάξεις τε καὶ τὰς προβολὰς καὶ τοὺς ἀκροβολισμούς τε καὶ τὰς ἐπιστροφάς, ἐπειδὰν τὴν δευτέραν τε καὶ ἀριστερὰν ἐπέλασιν ποιῶνται, οὐχ ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελάσαντες τοὺς ἵππους ἀπαλλάσσονται, ἀλλ᾽ οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο. [2] καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή [p. 135] κιστόν τε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι. οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελάσωσιν, [3] ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν, ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελίξαντες ἐς τοὐπίσω σφῶν ἐξηκόντισαν. ἐπὶ τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: