previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δὲ λόχον καὶ στίχον ἤδη τινὲς ὀνομάζουσιν, οἳ δὲ δεκανίαν, [2] τυχὸν οἷς ἐκ δέκα λόχος ἦν. ὑπὲρ δὲ τῆς ἐνωμοτίας ἀμφιγνοούμενόν ἐστιν: οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο, οἳ δὲ τὸ τέταρτον τοῦ λάχου ἐνωμοτίαν καλοῦσιν, καὶ ἐνωμόταρχον τὸν τούτου ἡγούμενον, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν καὶ τὸν ἡγούμενον τούτων διμοιρίτην. [3] Ξενοφῶν δὲ πόστον μὲν μέρος τοῦ λόχου ἐνωμοτία ἐστὶν οὐ διασαφεῖ: ὅτι δὲ μεῖον πάντως γε τῷ ἡμίσει, δηλοῖ ἐν λέγει ὅτι οἱ λοχαγοὶ κατ᾽ ἐνωμοτίας ἕκαστος ἐποιήσαντο τὸν αὑτοῦ λόχον. [4] μὲν δὴ τοῦ λοχαγοῦ κατ̣̣̔̓πιν ἑστὼς ἐπιστάτης καλεῖται, δὲ αὖ κατόπιν τούτου πρωτοστάτης, δ᾽ ἐπὶ τούτῳ ἐπιστάτης, καὶ ἐφεξῆς ὡσαύτως, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν [5] τετάχθαι παραλλὰξ ἱσταμένων. χρὴ δὲ μὴ μόνον τὸν λοχαγὸν τὸν κράτιστον τοῦ λόχου εἶναι, ἀλλὰ καὶ τὸν οὐραγὸν οὐ πολύ τι ἀποδέοντα ἐπιλέγεσθαι: πολλὰ γὰρ καὶ τούτῳ καὶ οὐ τὰ φαυλότατα ἐν τοῖς πολεμικοῖς ἐπιτέτραπται. [6] εἴη ἂν οὖν λόχος στίχος ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν ἐν μέσῳ λοχαγοῦ τε καὶ οὐραγοῦ συντεταγμένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: