previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμεῖς δ᾽ ἐπεὶ τὰ περὶ τῶν ἀπὸ τῆς χέρσου τριῶν μερῶν τῶν ὀχυρούντων τὴν Αἴγυπτον διήλθομεν, προσθήσομεν τοῖς εἰρημένοις τὸ λειπόμενον. [2] τετάρτη τοίνυν πλευρὰ πᾶσα σχεδὸν ἀλιμένῳ θαλάττῃ προσκλυζομένη προβέβληται τὸ Αἰγύπτιον πέλαγος, τὸν μὲν παράπλουν ἔχει μακρότατον, τὴν δ᾽ ἀπόβασιν τὴν ἐπὶ τὴν χώραν δυσπροσόρμιστον: ἀπὸ γὰρ Παραιτονίου τῆς Λιβύης ἕως Ἰόπης τῆς ἐν τῇ Κοίλῃ Συρίᾳ, ὄντος τοῦ παράπλου σταδίων σχεδὸν πεντακισχιλίων, οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ λιμένα πλὴν τοῦ Φάρου. [3] χωρὶς δὲ τούτων ταινία παρ᾽ ὅλην σχεδὸν τὴν Αἴγυπτον παρήκει τοῖς ἀπείροις τῶν προσπλεόντων ἀθεώρητος: [4] διόπερ οἱ τὸν ἐκ πελάγους κίνδυνον ἐκπεφευγέναι νομίζοντες, καὶ διὰ τὴν ἄγνοιαν ἄσμενοι πρὸς τὴν γῆν καταπλέοντες, ἐξαίφνης ἐποκελλόντων τῶν σκαφῶν ἀνελπίστως ναυαγοῦσιν: [5] ἔνιοι δὲ διὰ τὴν ταπεινότητα τῆς χώρας οὐ δυνάμενοι προϊδέσθαι τὴν γῆν λανθάνουσιν ἑαυτοὺς ἐκπίπτοντες οἱ μὲν εἰς ἑλώδεις καὶ λιμνάζοντας τόπους, οἱ δ᾽ εἰς χώραν ἔρημον. [6] μὲν οὖν Αἴγυπτος πανταχόθεν φυσικῶς ὠχύρωται τὸν εἰρημένον τρόπον, τῷ δὲ σχήματι παραμήκης οὖσα δισχιλίων μὲν σταδίων ἔχει τὴν παραθαλάττιον πλευράν, εἰς μεσόγειον δ᾽ ἀνήκει [p. 51] σχεδὸν ἐπὶ σταδίους ἑξακισχιλίους. πολυανθρωπίᾳ δὲ τὸ μὲν παλαιὸν πολὺ προέσχε πάντων τῶν γνωριζομένων τόπων κατὰ τὴν οἰκουμένην, καὶ καθ᾽ ἡμᾶς δὲ οὐδενὸς τῶν ἄλλων δοκεῖ λείπεσθαι: [7] ἐπὶ μὲν γὰρ τῶν ἀρχαίων χρόνων ἔσχε κώμας ἀξιολόγους καὶ πόλεις πλείους τῶν μυρίων καὶ ὀκτακισχιλίων, ὡς ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ὁρᾶν ἔστι κατακεχωρισμένον, ἐπὶ δὲ Πτολεμαίου τοῦ Λάγου πλείους τῶν τρισμυρίων ἠριθμήθησαν, ὧν τὸ πλῆθος διαμεμένηκεν ἕως τῶν καθ᾽ ἡμᾶς χρόνων. [8] τοῦ δὲ σύμπαντος λαοῦ τὸ μὲν παλαιόν φασι γεγονέναι περὶ ἑπτακοσίας μυριάδας, καὶ καθ᾽ ἡμᾶς δὲ οὐκ ἐλάττους εἶναι τριακοσίων. [9] διὸ καὶ τοὺς ἀρχαίους βασιλεῖς ἱστοροῦσι κατὰ τὴν Αἴγυπτον ἔργα μεγάλα καὶ θαυμαστὰ διὰ τῆς πολυχειρίας κατασκευάσαντας ἀθάνατα τῆς ἑαυτῶν δόξης ἀπολιπεῖν ὑπομνήματα. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν, περὶ δὲ τῆς τοῦ ποταμοῦ φύσεως καὶ τῶν κατὰ τὴν χώραν ἰδιωμάτων νῦν διέξιμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: