previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτου δὲ τοῦ διαγράμματος ἐκδοθέντος καὶ πρὸς ἁπάσας τὰς πόλεις ἀποσταλέντος ἔγραψεν Πολυπέρχων πρός τε τὴν Ἀργείων πόλιν καὶ τὰς λοιπάς, [p. 401] προστάττων τοὺς ἀφηγησαμένους ἐπ᾽ Ἀντιπάτρου τῶν πολιτευμάτων φυγαδεῦσαι, τινῶν δὲ καὶ θάνατον καταγνῶναι καὶ δημεῦσαι τὰς οὐσίας, ὅπως ταπεινωθέντες εἰς τέλος μηδὲν ἰσχύσωσι συνεργεῖν Κασάνδρῳ. [2] ἔγραψε δὲ καὶ πρὸς Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα, διατρίβουσαν ἐν Ἠπείρῳ διὰ τὴν πρὸς Κάσανδρον ἔχθραν, ἵνα τὴν ταχίστην εἰς Μακεδονίαν καταντήσῃ καὶ παραλαβοῦσα τὸ Ἀλεξάνδρου παιδίον ἐπιμέλειαν αὐτοῦ ποιῆται, μέχρι ἂν εἰς ἡλικίαν ἔλθῃ καὶ τὴν πατρῴαν βασιλείαν παραλάβῃ. [3] ἔπεμψε δὲ καὶ πρὸς Εὐμενῆ, γράψας ἐπιστολὴν ἐκ τοῦ τῶν βασιλέων ὀνόματος, ὅπως πρὸς μὲν Ἀντίγονον μὴ διαλύσηται τὴν ἀλλοτριότητα, πρὸς δὲ τοὺς βασιλεῖς ἀποκλίνας εἴτε βούλεται καταντᾶν εἰς Μακεδονίαν καὶ μετ᾽ αὐτοῦ κοινοπραγῶν ἐπιμελητὴς εἶναι τῶν βασιλέων, εἴτε μᾶλλον προαιρεῖται μένειν ἐπὶ τῆς Ἀσίας καὶ λαβὼν δύναμιν καὶ χρήματα διαπολεμεῖν πρὸς Ἀντίγονον, φανερῶς ἤδη γεγενημένον ἀποστάτην τῶν βασιλέων. ἀποκαθιστάνειν δ᾽ αὐτῷ τοὺς βασιλεῖς τήν τε σατραπείαν, ἣν Ἀντίγονος ἀφῄρηται, καὶ τὰς δωρεὰς ἁπάσας ὅσας πρότερον εἶχε κατὰ τὴν Ἀσίαν. [4] τὸ δ᾽ ὅλον ἀπεφαίνετο μάλιστα πάντων πρέπειν Εὐμενῆ τῆς βασιλικῆς οἰκίας κήδεσθαι καὶ φροντίζειν, ἀκολουθοῦντα τοῖς ὑπ᾽ αὐτοῦ προπεπολιτευμένοις πρὸς τὴν βασιλικὴν οἰκίαν. ἐὰν δὲ μείζονος δυνάμεως προσδέηται, καὶ αὐτὸς μετὰ τῶν βασιλέων ἀναζεύξειν ἐκ Μακεδονίας μετὰ πάσης τῆς βασιλικῆς δυνάμεως. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. [p. 402]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: