previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦ δὲ Πολυπέρχοντος περὶ ταῦτα διατρίβοντος Κάσανδρος ἀναλαβὼν τὸν στόλον Αἰγινήτας μὲν προσηγάγετο, τοὺς δὲ Σαλαμινίους ἀλλότρια φρονοῦντας εἰς πολιορκίαν συνέκλεισε. καθ᾽ ἡμέραν δὲ συνεχεῖς ποιούμενος προσβολὰς καὶ βελῶν καὶ στρατιωτῶν εὐπορῶν εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγε τοὺς Σαλαμινίους. [2] κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι κατὰ κράτος Πολυπέρχων ἐξέπεμψε δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν τὴν ἐπιθησομένην τοῖς πολιορκοῦσι. διόπερ Κάσανδρος καταπλαγεὶς καὶ λύσας τὴν πολιορκίαν ἀπέπλευσεν εἰς τὸν Πειραιᾶ. [3] Πολυπέρχων δὲ βουλόμενος τὰ κατὰ τὴν Πελοπόννησον διοικῆσαι συμφερόντως παρῆλθε καὶ συναγαγὼν ἐκ τῶν πόλεων συνέδρους διελέχθη περὶ τῆς πρὸς αὐτὸν συμμαχίας. ἐξέπεμψε δὲ καὶ πρὸς τὰς πόλεις πρεσβευτάς, προστάττων τοὺς μὲν δι᾽ Ἀντιπάτρου καθεσταμένους ἄρχοντας ἐπὶ τῆς ὀλιγαρχίας θανατῶσαι, τοῖς δὲ δήμοις ἀποδοῦναι τὴν αὐτονομίαν. [4] πολλῶν δ᾽ ὑπακουσάντων καὶ κατὰ τὰς πόλεις φόνων γινομένων καί τινων φυγαδευομένων οἱ μὲν Ἀντιπάτρου φίλοι διεφθάρησαν, τὰ δὲ πολιτεύματα τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν ἀπέλαβον καὶ συνεμάχουν τοῖς περὶ τὸν Πολυπέρχοντα. μόνων δὲ τῶν Μεγαλοπολιτῶν [p. 418] διατηρούντων τὴν πρὸς Κάσανδρον φιλίαν ἔκρινε πολιορκῆσαι τὴν πόλιν αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SA´LAMIS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: