previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπὶ πολὺν δὲ χρόνον τῆς ἱππομαχίας οὔσης ἐφαμίλλου τὰ θηρία διὰ τῶν Ἰνδῶν εἰς τὸν ἀγῶνα παρορμηθέντα μέχρι μέν τινος προῆγεν καταπληκτικῶς, ὡς οὐδενὸς ὑποστησομένου: ὡς δ᾽ ἐπὶ τὸν σεσιδηρωμένον χάρακα κατήντησε, τὸ μὲν πλῆθος τῶν ἀκοντιστῶν καὶ τοξοτῶν συνεχῶς βαλλόντων κατετίτρωσκε τὰ σώματα τῶν ἐλεφάντων καὶ τοὺς ἐπ᾽ αὐτοῖς ἀναβεβηκότας: [2] βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει [p. 134] θόρυβον. [3] τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα. [4] διὸ καὶ τότε τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον ἐκ τοῦ χάρακος τῆς πήξεως ἄπρακτον ἐποίει τὴν βίαν αὐτῶν. τέλος δὲ τῶν πλείστων Ἰνδῶν κατακοντισθέντων ὑποχειρίους συνέβη γενέσθαι πάντας τοὺς ἐλέφαντας. [5] οὗ τελεσθέντος οἱ πολλοὶ τῶν περὶ τὸν Δημήτριον ἱππέων καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν: αὐτὸς δὲ μετ᾽ ὀλίγων ἀπολειφθεὶς καὶ δεόμενος ἑκάστου στῆναι καὶ μὴ καταλιπεῖν αὐτόν, ὡς οὐδεὶς προσεἶχε, συναποχωρεῖν ἠναγκάζετο. [6] μέχρι μὲν οὖν Γάζης οἱ πολλοὶ τῶν ἱππέων συνακολουθοῦντες ὑπήκουον καὶ κατέστησαν εἰς τάξεις, ὥστε μηδένα ῥᾳδίως τολμᾶν προσάγειν τῶν εἰκῇ διωκόντων: τὸ γὰρ πεδίον εὐρύχωρον ὂν καὶ μαλακὸν συνήργει τοῖς βουλομένοις ἐν τάξει ποιεῖσθαι τὴν ἀποχώρησιν. [7] συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς. παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς. [8] ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δ᾽ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον [p. 135] γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα. διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολε- μαῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: