previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ προάγων κατήντησεν εἰς Μεσοποταμίαν, τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων οὓς μὲν ἔπεισεν, οὓς δ᾽ ἐβιάσατο συστρατεύειν αὐτῷ. ὡς δ᾽ εἰς τὴν Βαβυλωνίαν ἐνέβαλεν, οἱ πλείους τῶν ἐγχωρίων ἀπήντων καὶ προστιθέμενοι πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν: [2] τετραετῆ γὰρ χρόνον γεγονὼς σατράπης τῆς χώρας ταύτης πᾶσι προσενήνεκτο καλῶς, ἐκκαλούμενος τὴν εὔνοιαν τοῦ πλήθους καὶ πόρρωθεν προπαρασκευαζόμενος τοὺς συμπράξοντας, ἐὰν αὐτῷ δοθῇ καιρὸς ἀμφισβητεῖν ἡγεμονίας. [3] προσεχώρησε δ᾽ αὐτῷ καὶ Πολύαρχος, τεταγμένος ἐπί τινος διοικήσεως, μετὰ στρατιωτῶν πλειόνων χιλίων. οἱ δὲ διαφυλάττοντες τὴν πρὸς Ἀντίγονον φιλίαν, ὁρῶντες ἀκατάσχετον οὖσαν τὴν τοῦ πλήθους ὁρμήν, συνέφευγον εἰς τὴν ἄκραν, ἧς φύλαξ ἀπεδέδεικτο Δίφιλος. [4] δὲ Σέλευκος συστησάμενος πολιορκίαν καὶ κατὰ κράτος ἑλὼν τὴν ἄκραν ἐκομίσατο τὰ φυλαττόμενα σώματα τῶν φίλων καὶ τῶν παίδων, ὅσοι παρεδόθησαν εἰς φυλακὴν παρ᾽ Ἀντιγόνου μετὰ τὴν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον ἀποχώρησιν. [5] ἀπὸ δὲ τούτων γενόμενος στρατιώτας συνήγαγεν καὶ συναγοράσας ἵππους ἀνεδίδου τοῖς δυναμένοις χρᾶσθαι. πᾶσι δὲ φιλανθρώπως ὁμιλῶν καὶ καθιστὰς εἰς ἀγαθὰς ἐλπίδας ἑτοίμους εἶχε καὶ προθύμους ἐν πάσῃ περιστάσει τοὺς συγκινδυνεύοντας. Σέλευκος μὲν οὖν τοῦτον τὸν τρόπον ἀνεκτήσατο τὴν Βαβυλωνίαν. [p. 143]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: