previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος. ἐπὶ δὲ τούτων Κάσανδρος Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην καὶ πάντα τὸν [p. 325] πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος. [2] διόπερ ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀντίγονον εἰς τὴν Ἀσίαν, ἀξιῶν διαλύσασθαι πρὸς αὐτόν. ἀποκριναμένου δ᾽ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν, ἐὰν Κάσανδρος ἐπιτρέπῃ τὰ καθ᾽ αὑτόν, καταπλαγεὶς Λυσίμαχον ἐκ τῆς Θρᾴκης μετεπέμψατο πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν: [3] ἀεὶ γὰρ εἰώθει τοῦτον κατὰ τοὺς μεγίστους φόβους εἰς τὴν βοήθειαν προσλαμβάνεσθαι διά τε τὴν τἀνδρὸς ἀρετὴν καὶ διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ. συνεδρεύσαντες οὖν οἱ βασιλεῖς οὗτοι περὶ τοῦ κοινοῦ συμφέροντος ἐξέπεμψαν πρεσβευτὰς πρός τε Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα καὶ πρὸς Σέλευκον τὸν τῶν ἄνω σατραπειῶν κυριεύοντα, περί τε τῆς ὑπερηφανίας τῆς ἐν ταῖς ἀποκρίσεσιν ἐμφανίζοντες καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον κοινὸν εἶναι πάντων διδάσκοντες. [4] τῆς γὰρ Μακεδονίας κρατήσαντα τὸν Ἀντίγονον εὐθὺς ἀφελεῖσθαι καὶ τῶν ἄλλων τὰς βασιλείας: δεδωκέναι γὰρ αὐτὸν πεῖραν πλεονάκις ὅτι πλεονέκτης ἐστὶ καὶ πᾶσαν ἀρχὴν ἀκοινώνητον ποιεῖ. συμφέρειν οὖν ἅπαντας συμφρονῆσαι καὶ κοινῇ πρὸς Ἀντίγονον ἐπανελέσθαι πόλεμον. [5] οἱ μὲν οὖν περὶ Πτολεμαῖον καὶ Σέλευκον δόξαντες ἀληθῆ λέγειν προθύμως ὑπήκουσαν καὶ συνετάξαντο πρὸς ἀλλήλους

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: