previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἓξ δ᾽ ἡμέρας καὶ τὰς ἴσας νύκτας αὐτῶν πλευσάντων ὑποφαινούσης τῆς ἕω παραδόξως στόλος τῶν Καρχηδονίων οὐκ ἄπωθεν ὢν ἑωράθη. διόπερ ἀμφοτέροις ἐμπεσούσης σπουδῆς ἡμιλλῶντο πρὸς ἀλλήλους ταῖς εἰρεσίαις, οἱ μὲν Φοίνικες νομίζοντες ἅμα τῇ τῶν νεῶν ἁλώσει Συρακούσσας μὲν ὑποχειρίους ἕξειν, τὴν δὲ πατρίδα μεγάλων ἐλευθερώσειν [p. 181] κινδύνων: οἱ δ᾽ Ἕλληνες, εἰ μὴ φθάσειαν τῆς χώρας ἁψάμενοι, προκειμένην ἑώρων αὑτοῖς μὲν τιμωρίαν, τοῖς δὲ καταλειφθεῖσιν ἐν οἴκῳ τὰ τῆς δουλείας δεινά. [2] καθορωμένης δὲ τῆς Λιβύης παρακελευσμὸς ἐγίνετο τοῖς πληρώμασι καὶ φιλοτιμίας ὑπερβολή: καὶ τάχιον μὲν ἄπλεον αἱ τῶν βαρβάρων, ἐν πολυχρονίῳ μελέτῃ τῶν ἐρετῶν διαπεπονημένων, ἱκανὸν δὲ διάστημα προεῖχον αἱ τῶν Ἑλλήνων. ὀξύτατα δὲ τοῦ πλοῦ διανυσθέντος, ἐπειδὴ πλησίον ἐγενήθησαν τῆς γῆς, συνεξέπιπτον ἀλλήλοις εἰς τὸν αἰγιαλὸν ὡσπερεί τινες ἀγωνισταί: [3] ταῖς γὰρ ἐσχάταις τῶν Ἀγαθοκλέους αἱ πρῶται τῶν Καρχηδονίων ἐνέβαλλον ἐντὸς βέλους οὖσαι. διόπερ ἐπ᾽ ὀλίγον χρόνον τοῖς τε τόξοις καὶ σφενδόναις διαγωνισαμένων αὐτῶν καὶ ναυσὶν ὀλίγαις τῶν βαρβάρων συμπλακέντων οἱ περὶ τὸν Ἀγαθοκλέα προετέρουν, τὸ τῶν στρατιωτῶν ἔχοντες πλῆθος. εἶθ᾽ οἱ μὲν Καρχηδόνιοι πρύμναν ἀνακρουσάμενοι μικρὸν ἔξω βέλους ἐφώρμουν, δ᾽ Ἀγαθοκλῆς ἀποβιβάσας τὴν δύναμιν πρὸς τὰς καλουμένας Λατομίας καὶ χάρακα βαλόμενος ἐκ θαλάττης εἰς θάλατταν ἐνεώλκησε τὰς ναῦς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: