Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[106]
ἵνα δὴ τοῦ Ἕκτορος τὴν δόξαν
ἀφέλοιτο, καὶ τὸν Ἀχιλλέα φαίνεται καθῃρηκώς, καὶ πολὺ χείρωκαὶ ἀδοξότερον αὐτοῦ ποιήσας τὸν θάνατον. τέλος δὲ προάγει
ἤδη τεθνηκότα τὸν Ἀχιλλέα καὶ ποιεῖ μαχόμενον: οὐκ ὄντων δὲ
ὅπλων, ἀλλὰ τοῦ Ἕκτορος ἔχοντος: ἐν τούτῳ γὰρ ἔλαθεν αὐτὸν ἕν τι
τῶν ἀληθῶν ῥηθέν: ἐκ τοῦ οὐρανοῦ φησι κομίσαι τὴν Θέτιν ὑπὸ
τοῦ Ἡφαίστου γενόμενα ὅπλα: καὶ οὕτως δὴ γελοίως τὸν Ἀχιλλέαμόνον τρεπόμενον τοὺς Τρῶας, τῶν δὲ ἄλλων Ἀχαιῶν, ὥσπερ
οὐδενὸς παρόντος, ἁπάντων ἐπελάθετο: ἅπαξ δὲ τολμήσας τοῦτο
ψεύσασθαι πάντα συνέχεε. καὶ τοὺς θεοὺς ἐνταῦθα ποιεῖ μαχομένους
ἀλλήλοις, σχεδὸν ὁμολογῶν ὅτι οὐδὲν αὐτῷ μέλει ἀληθείας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.