Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[124]
ὁ
δὲ πατὴρ αὐτοῦ τελευτᾷ πάντων εὐδαιμονέστατος, πλὴν ὅσα λελύπητο
περὶ τῶν παίδων τῶν τετελευτηκότων. καὶ αὐτὸς βασιλεύσας
συχνο ἔτη καὶ πλεῖστα τῆς Ἀσίας καταστρεψάμενος γηραιὸς ἀποθνῄσκει,
καὶ θάπτεται πρὸ τῆς πόλεως. τὴν δὲ ἀρχὴν Σκαμανδρίῳ
τῷ παιδὶ κατέλιπεν.
ταῦτα δὲ ἔχοντα οὕτως ἐπίσταμαι σαφῶς ὅτι οὐδεὶς ἀποδέξεται,
φήσουσι δὲ ψευδῆ πάντες εἶναι, πλὴν τῶν φρονούντων, οὐ
μόνον οἱ Ἕλληνες, ἀλλὰ καὶ ὑμεῖς. ἡ γὰρ διαβολὴ σφόδρα χαλεπόν
ἐστι καὶ τὸ ἐξηπατῆσθαι πολὺν χρόνον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.