Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[125]
σκοπεῖτε δὲ τἀναντία
πῶς ἐστι γελοῖα, ἀφελόντες τὴν δόξαν καὶ τὸ προκατειλῆφθαι:
κρυφθῆναι μὲν ἐν τῷ ἵππῳ στράτευμα ὅλον, τῶν δὲ Τρώων μηθένα
αἰσθάνεσθαι τοῦτο μηδὲ ὑποπτεῦσαι, καὶ ταῦτα μάντεως οὔσης
παρ᾽ αὐτοῖς ἀψευδοῦς, ἀλλὰ κομίσαι τοὺς πολεμίους δι᾽ αὑτῶν
εἰς τὴν πόλιν: πρότερον δὲ ἕνα ἄνδρα πάντων ἡττωμένων ἱκανὸν
γενέσθαι γυμνὸν ἐπιφανέντα τῇ φωνῇ τρέψασθαι τοσαύτας μυριάδας,
καὶ μετὰ τοῦτο ὅπλα οὐκ ἔχοντα, ἐκ τοῦ οὐρανοῦ λαβόντα
νικῆσαι τοὺς μιᾷ πρότερον ἡμέρᾳ κρατοῦντας καὶ διώκειν ἅπαντας
ἕνα ὄντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.