Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
αὐτὸν δὲ ἐκεῖνον τοσοῦτον ὑπερέχοντα ἀποθανεῖν ὑπὸ
τοῦ πάντων κακίστου τὴν ψυχήν, ὡς αὐτοί φασιν, ἄλλου τε ἀποθανόντος
ἄλλον σκυλευθῆναι, μόνῳ δὲ ἐκείνῳ τῶν ἡγεμόνων μὴ
γενέσθαι τάφον. ἄλλον δέ τινα τῶν ἀρίστων τοσαῦτα ἔτη πολεμοῦντα
ὑπὸ μὲν τῶν πολεμίων μηδενὸς ἀποθανεῖν: αὑτὸν δὲ ὀργισθέντα
ἀποσφάξαι, καὶ ταῦτα δοκοῦντα σεμνότατον καὶ πρᾳότατον
εἶναι τῶν συμμάχων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.